Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 54

10.6 ψηφισάμενοι δὲ ταῦτα διορθοῦν τε πάντα αὐτὸν au)to\n Rk., au)ta\ M. καὶ νομοθετεῖν ὅσα βούλοιτο ἠξίουν, καὶ τούς τε νόμους τοὺς γραφησομένους ὑπʼ αὐτοῦ Αὐγούστους ἐκεῖθεν ἤδη προσηγόρευον, καὶ ἐμμενεῖν e)mmenei=n Dind., e)mme/nein M. σφισιν ὀμόσαι o)mo/sai Xyl., o(/mose M. ἤθελον. ὁ δὲ τὰ μὲν ἄλλα ὡς w(s Bk., w(s a(/te M. καὶ ἀναγκαῖα ἐδέξατο, τοὺς δʼ ὅρκους ἀφῆκεν
10.7 αὐτοῖς· καὶ γὰρ εὖ ᾔδει ὅτι, εἰ μὲν ἀπὸ γνώμης τι ψηφίσαιντο, τηρήσουσιν thrh/sousin Reim., throu=sin M. αὐτὸ κἂν μὴ ὀμόσωσιν, o)mo/swsin Rk., o(mologh/swsin M. εἰ δὲ μή, οὐδὲν αὐτοῦ, κἂν μυρίας πίστεις ἐπαγάγωσι, προτιμήσουσιν. protimh/sousin Rk., proceni/swsin M.
11.1 Αὔγουστος μὲν δὴ ταῦτʼ ἐποίει, καί τις τῶν ἀγορανόμων ἐθελοντὴς ὑπὸ πενίας ἀπεῖπε τὴν ἀρχήν· Ἀγρίππας δὲ ὡς τότε ἐς τὴν Ῥώμην ἐκ τῆς Σικελίας πεμφθεὶς διῴκησε τὰ κατεπείγοντα,
11.2 ταῖς Γαλατίαις προσετάχθη· ἔν τε γὰρ ἀλλήλοις ἐστασίαζον καὶ ὑπὸ τῶν Κελτῶν ἐκακοῦντο. καταστήσας δὲ καὶ ἐκεῖνα ἐς Ἰβηρίαν μετέστη· οἱ γὰρ Κάνταβροι οἱ ζωργηθέντες τε ἐν τῷ πολέμῳ καὶ πραθέντες τούς τε δεσπότας σφῶν ὡς ἕκαστοι ἀπέκτειναν, καὶ πρὸς τὴν οἰκείαν ἐπανελθόντες πολλοὺς συναπέστησαν, καὶ μετʼ αὐτῶν χωρία καταλαβόντες καὶ ἐντειχισάμενοι τοῖς τῶν
11.3 Ῥωμαίων φρουροῖς ἐπεβούλευον. ἐπʼ οὖν τούτους ὁ Ἀγρίππας ἐπιστρατεύσας ἔσχε μέν τι καὶ πρὸς τοὺς στρατιώτας ἔργον· πρεσβύτεροι γὰρ οὐκ ὀλίγοι αὐτῶν ὄντες καὶ τῇ συνεχείᾳ τῶν πολέμων τετρυχωμένοι, τούς τε Καντάβρους ὡς καὶ δυσπολεμήτους

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi