Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 53

8.1 ἡμεῖς οὐδʼ ἀναγκαζόμενοι προσιέμεθα. τίς μὲν γὰρ ἂν μεγαλοψυχότερός μου, ἵνα μὴ καὶ τὸν πατέρα τὸν μετηλλαχότα αὖθις εἴπω, τίς δὲ δαιμονιώτερος εὑρεθείη; ὅστις, ὦ Ζεῦ καὶ Ἥρακλες, στρατιώτας τοσούτους καὶ τοιούτους, καὶ πολίτας καὶ συμμάχους, φιλοῦντάς με ἔχων, καὶ πάσης μὲν τῆς ἐντὸς τῶν Ἡρακλείων στηλῶν θαλάσσης πλὴν ὀλίγων κρατῶν, ἐν πάσαις δὲ ταῖς ἠπείροις
8.2 καὶ πόλεις καὶ ἔθη κεκτημένος, καὶ μήτʼ ἀλλοφύλου τινὸς ἔτι προσπολεμοῦντός μοι μήτʼ οἰκείου στασιάζοντος, ἀλλὰ πάντων ὑμῶν καὶ εἰρηνούντων καὶ ὁμονοούντων καὶ εὐθενούντων eu)qenou/ntwn Dind., eu)qhnou/ntwn Rk., eu)sqenou/ntwn *wM. καὶ τὸ μέγιστον ἐθελοντηδὸν πειθαρχούντων, ἔπειθʼ ἑκούσιος αὐτεπάγγελτος καὶ ἀρχῆς τηλικαύτης ἀφίσταμαι καὶ οὐσίας τοσαύτης ἀπαλλάττομαι.
8.3 ὥστʼ εἴπερ ὁ Ὁράτιος ὁ Μούκιος ὁ Κούρτιος ὁ Ῥήγουλος οἱ Δέκιοι καὶ κινδυνεῦσαι καὶ ἀποθανεῖν ὑπὲρ τοῦ μέγα τι καὶ καλὸν πεποιηκέναι δόξαι ἠθέλησαν, πῶς οὐκ ἂν ἐγὼ μᾶλλον ἐπιθυμήσαιμι τοῦτο πρᾶξαι ἐξ οὗ κἀκείνους καὶ τοὺς ἄλλους ἅμα πάντας ἀνθρώπους εὐκλείᾳ ζῶν
8.4 ὑπερβαλῶ; μὴ γάρ τοι νομίσῃ τις ὑμῶν u(mw=n M, h(mw=n V. τοὺς μὲν πάλαι Ῥωμαίους καὶ ἀρετῆς καὶ εὐδοξίας ἐφεῖσθαι, νῦν δὲ ἐξίτηλον ἐν τῇ πόλει πᾶν τὸ ἀνδρῶδες γεγονέναι. μὴ μέντοι μηδʼ ὑποπτεύσῃ ὅτι προέσθαι τε ὑμᾶς καὶ πονηροῖς τισιν ἀνδράσιν ἐπιτρέψαι, ἢ καὶ ὀχλοκρατίᾳ τινί, ἐξ ἧς οὐ μόνον οὐδὲν χρηστὸν ἀλλὰ καὶ πάντα τὰ δεινότατα ἀεὶ πᾶσιν ἀνθρώποις γίγνεται, ἐκδοῦναι βούλομαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi