Kitap 53
4.4
ἐπετρέψατε, ἀλλὰ καὶ ὅσα αὐτὸς μετὰ ταῦθʼ ὑμῖν προσεκτησάμην, ἵνα καὶ ἐξ αὐτῶν τῶν ἔργων καταμάθητε τοῦθʼ ὅτι οὐδʼ ἀπʼ ἀρχῆς δυναστείας τινὸς ἐπεθύμησα, ἀλλʼ ὄντως τῷ τε πατρὶ δεινῶς σφαγέντι τιμωρῆσαι καὶ τὴν πόλιν ἐκ μεγάλων καὶ ἐπαλλήλων κακῶν ἐξελέσθαι ἠθέλησα.
5.1
ὄφελον μὲν γὰρ μηδὲ ἐπιστῆναί ποτε οὕτω τοῖς πράγμασι· τοῦτʼ ἔστιν, ὄφελον μὴ δεδεῆσθαί μου πρὸς τοιοῦτό τι τὴν πόλιν, ἀλλ ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ, καθάπερ ποτὲ καὶ οἱ πατέρες ἡμῶν, καὶ ἡμᾶς τοὺς ἐν τῇδε τῇ ἡλικίᾳ
5.2
ἀπʼ ἀρχῆς βεβιωκέναι. ἐπεὶ δὲ εἱμαρμένη τις, ὡς ἔοικεν, ἐς τοῦτο προήγαγεν ὑμᾶς ὥστε καὶ ἐμοῦ, καίπερ νέου ἔτι τότε ὄντος, καὶ χρείαν σχεῖν καὶ πεῖραν λαβεῖν, μέχρι μὲν οὗ ou(= Bk., pou *wM. τὰ πράγματα τῆς παρʼ ἐμοῦ ἐπικουρίας ἔχρῃζε, πάντα τε προθύμως καὶ ὑπὲρ τὴν ἡλικίαν ἐποίησα καὶ πάντα εὐτυχῶς καὶ ὑπὲρ τὴν δύναμιν κατέπραξα·
5.3
καὶ οὐκ ἔστιν ὅ τι τῶν πάντων ἀπέτρεψέ με κινδυνεύουσιν ὑμῖν ἐπικουρῆσαι, οὐ πόνος, οὐ φόβος, οὐκ ἐχθρῶν ἀπειλαί, οὐ φίλων δεήσεις, οὐ τὸ πλῆθος τῶν συνεστηκότων, οὐχ ἡ ἀπόνοια τῶν ἀντιτεταγμένων, ἀλλʼ ἐπέδωκα ἀφειδῶς ὑμῖν ἐμαυτὸν ἐς πάντα τὰ περιεστηκότα, καὶ ἔπραξα
5.4
καὶ ἔπαθον ἅπερ ἴστε. ἐξ ὧν αὐτὸς μὲν οὐδὲν κεκέρδαγκα πλὴν τοῦ τὴν πατρίδα περιπεποιῆσθαι, ὑμεῖς δὲ καὶ σώζεσθε καὶ σωφρονεῖτε. ἐπειδὴ δὲ καλῶς ποιοῦσα ἡ τύχη καὶ τὴν εἰρήνην ἄδολον καὶ τὴν ὁμόνοιαν ἀστασίαστον διʼ ἐμοῦ ὑμῖν ἀποδέδωκεν, ἀπολάβετε καὶ τὴν ἐλευθερίαν καὶ τὴν δημοκρατίαν, κομίσασθε καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη τὰ ὑπήκοα, καὶ πολιτεύεσθε ὥσπερ εἰώθειτε.