Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 53

arg. τ. Στατίλιος Τ. υἱ. *t. ui(. supplied by Bs. ταῦρος τὸ β ὕπ.
arg. Αὔγουστος τὸ θ
arg. μ. Ἰούνιος Μ. υἱ. Σιλανός ὕπ.
arg. Αὔγουστος τὸ ι *m. *)iou/nios *silano/s *au)/goustos to\ i supplied by Xyl., *m. ui(. added by Bs.
arg. γ. Νωρβανὸς Γ. υἱ. γ. ἔγγ. Φλάκκος ὕπ. u(/p. supplied by Bs.
arg. Αὔγουστος τὸ ια
arg. Γν. Καλπούρνιος *kalpou/rnios Xyl., kalpou/rninos *wM. Γν. υἱ. Γν. ἔγγ. Πίσων *pi/swn Dind., pei/swn *wM. ὕπ. u(/p. supplied by Bs.
1.1 τότε μὲν ταῦτʼ ἐγένετο, τῷ δὲ ἑξῆς ἔτει ἕκτον ὁ Καῖσαρ ἦρξε, καὶ τά τε ἄλλα κατὰ τὸ νομιζόμενον ἀπὸ τοῦ πάνυ ἀρχαίου ἐποίησε, καὶ τοὺς φακέλους τῶν ῥάβδων τῷ Ἀγρίππᾳ συνάρχοντί οἱ κατὰ τὸ ἐπιβάλλον παρέδωκεν, αὐτός τε ταῖς ἑτέραις ἐχρήσατο, καὶ διάρξας τὸν ὅρκον κατὰ
1.2 τὰ πάτρια ἐπήγαγε. καὶ εἰ μὲν καὶ αὖθις ταῦτʼ ἐποίησεν, οὐκ οἶδα· τὸν γὰρ Ἀγρίππαν ἐς ὑπερβολὴν ἐτίμα· ἀμέλει τήν τε ἀδελφιδῆν a)delfidh=n M (a)delfidh\n', a)delfh\n *w Xiph. Zon. αὐτῷ συνῴκισε, καὶ σκηνήν, ὁπότε συστρατεύοιντο, ὁμοίαν τῇ ἑαυτοῦ παρεῖχε, τό τε σύνθημα παρʼ
1.3 ἀμφοτέρων σφῶν ἐδίδοτο. ἐν δʼ οὖν τῷ τότε παρόντι τά τε ἄλλα ὥσπερ εἴθιστο ἔπραξε, καὶ τὰς ἀπογραφὰς ἐξετέλεσε, καὶ ἐν αὐταῖς πρόκριτος τῆς γερουσίας ἐπεκλήθη, ὥσπερ ἐν τῇ ἀκριβεῖ δημοκρατίᾳ ἐνενόμιστο. τό τε Ἀπολλώνιον *)apollw/nion St., a)pollw/neion *wM. τὸ to\ Bk., to/ te *wM. ἐν τῷ Παλατίῳ καὶ τὸ τεμένισμα τὸ περὶ αὐτό, τάς τε ἀποθήκας τῶν βιβλίων,
1.4 ἐξεποίησε καὶ καθιέρωσε. καὶ τὴν πανήγυριν τὴν ἐπὶ τῇ νίκῃ τῇ πρὸς τῷ Ἀκτίῳ γενομένῃ ψηφισθεῖσαν ἤγαγε μετὰ τοῦ Ἀγρίππου, καὶ ἐν αὐτῇ τὴν ἱπποδρομίαν διά τε τῶν παίδων

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi