Kitap 53
9.3
ὧν αὐτὸς ἐμαυτῷ σύνοιδα, πιστεύω. ἂν δέ τι καὶ πάθω, οἷα πολλοῖς συμβαίνει (οὐδὲ γὰρ οἷόν τέ ἐστι πᾶσί τινα, ἄλλως τε καὶ ἐν τοσούτοις πολέμοις, τοῖς μὲν ὀθνείοις τοῖς δὲ καὶ ἐμφυλίοις, γενόμενον καὶ τηλικαῦτα πράγματα ἐπιτραπέντα, ἀρέσαἰ, καὶ πάνυ ἑτοίμως καὶ πρὸ τοῦ εἱμαρμένου μοι χρόνου τελευτῆσαι μᾶλλον ἰδιωτεύσας, ἢ καὶ ἀθάνατος μοναρχήσας γενέσθαι, αἱροῦμαι.
9.4
ἐμοὶ μὲν γὰρ εὔκλειαν καὶ αὐτὸ τοῦτο οἴσει ὅτι οὐ μόνον οὐκ ἐφόνευσά τινα ὑπὲρ τοῦ τὴν ἀρχὴν κατασχεῖν, ἀλλὰ καὶ προσαπέθανον ὑπὲρ τοῦ μὴ μοναρχῆσαι· ὁ δὲ δὴ τολμήσας ἀποκτεῖναί με πάντως που καὶ ὑπὸ τοῦ δαιμονίου καὶ ὑφʼ
9.5
ὑμῶν κολασθήσεται. ἅπερ που καὶ ἐπὶ τοῦ πατρός μου γέγονεν· ἐκεῖνος μὲν γὰρ καὶ ἰσόθεος ἀπεδείχθη καὶ τιμῶν ἀιδίων ἔτυχεν, οἱ δʼ ἀποσφάξαντες αὐτὸν κακοὶ κακῶς ἀπώλοντο. ἀθάνατοι μὲν γὰρ οὐκ ἂν δυνηθείημεν γενέσθαι, ἐκ δὲ δὴ τοῦ καλῶς ζῆσαι καὶ ἐκ τοῦ καλῶς τελευτῆσαι
9.6
καὶ τοῦτο τρόπον τινὰ κτώμεθα. ἀφʼ οὗπερ καὶ ἐγὼ τὸ μὲν ἤδη ἔχων τὸ δὲ ἕξειν ἐλπίζων, ἀποδίδωμι ὑμῖν καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη τάς τε προσόδους καὶ τοὺς νόμους, τοσοῦτον μόνον ὑπειπών, ἵνα μήτε τὸ μέγεθος ἢ καὶ τὸ δυσμεταχείριστον τῶν πραγμάτων φοβηθέντες ἀθυμήσητε, μήτʼ αὖ καταφρονήσαντες αὐτῶν ὡς καὶ ῥᾳδίως διοικεῖσθαι δυναμένων ἀμελήσητε.