Kitap 52
8.3
ἂν δὲ ἐάσῃς ταῦθʼ ὡς ἕκαστα αὔξειν, οὐκ ἂν ῥᾳδίως αὐτὰ διάθοιο. καὶ γὰρ εἰ αὐτὸς μόνος πρός τε τὸ to\ supplied by Bs. τὰ πολιτικὰ καὶ πρὸς τὸ τὰ πολεμικὰ καλῶς καὶ κατὰ καιρὸν πράττειν ἐξήρκεις, καὶ μηδενὸς συνεργοῦ πρὸς μηδὲν αὐτῶν ἔχρῃζες,
8.4
ἕτερος ἂν ἦν λόγος· νῦν δὲ πᾶσά σε ἀνάγκη συναγωνιστὰς πολλούς, ἅτε τοσαύτης οἰκουμένης ἄρχοντα, a)/rxonta Leuncl., a)/rxontas *wL'. ἔχειν, καὶ προσήκει που πάντας αὐτοὺς καὶ ἀνδρείους καὶ φρονίμους εἶναι. οὐκοῦν ἂν μὲν τοιούτοις τισὶ τά τε στρατεύματα καὶ τὰς ἀρχὰς ἐγχειρίζῃς, κίνδυνος ἔσται καὶ σοὶ καὶ τῇ
8.5
πολιτείᾳ καταλυθῆναι· οὐ γὰρ ἔστιν οὔτʼ ἄνευ φρονήματος ἀξιόλογον ἄνδρα φῦναι, οὔτʼ αὖ φρόνημα μέγα λαβεῖν ἐκ δουλοπρεποῦς ἐπιτηδεύσεως, οὐ μὴν οὐδὲ φρονηματίαν γενόμενον μὴ οὐκ ἐλευθερίας ἐπιθυμῆσαι καὶ πᾶν τὸ δεσπόζον
8.6
μισῆσαι. ἂν δὲ δὴ τούτοις μὲν μηδὲν ἐπιτρέπῃς, τοῖς δὲ δὴ φαύλοις καὶ τοῖς τυχοῦσι τὰ πράγματα προστάσσῃς, τάχιστα μὲν ἂν ὀργὴν παρʼ ἐκείνων ὡς ἀπιστουμένων λάβοις, τάχιστα
8.7
δʼ ἂν ἐν τοῖς μεγίστοις πταίσειας. τί μὲν γὰρ ἂν ἀγαθὸν ἀμαθὴς ἢ ἀγεννὴς a)gennh\s *w, a)genh\s L'. ἄνθρωπος ἐργάσαιτο; τίς δʼ οὐκ ἂν καταφρονήσειεν αὐτοῦ τῶν πολεμίων; τίς δʼ ἂν πειθαρχήσειέν peiqarxh/seie/n (piqarxh/seie/n' L', piqa/rxhsen V. οἱ τῶν συμμάχων; τίς δʼ οὐκ ἂν καὶ αὐτῶν τῶν στρατιωτῶν ἀπαξιώσειεν ὑπὸ τοιούτου τινὸς ἄρχεσθαι; καὶ μὴν ὅσα ἐκ τούτου κακὰ γίγνεσθαι πέφυκε, τὰ μὲν ἄλλα