Kitap 52
6.1
καὶ ἵνα γε ἀπὸ πρώτου τοῦ βραχυτάτου ἄρξωμαι, χρήματά σοι πολλὰ καὶ πανταχόθεν ἀναγκαῖον ἔσται πορίζειν· ἀδύνατον γὰρ τὰς νῦν οὔσας προσόδους πρός τε τἆλλα καὶ πρὸς τὴν τῶν στρατιωτῶν τροφὴν ἐξαρκέσαι. τοῦτο δὲ ἔστι μὲν καὶ ἐν ταῖς δημοκρατίαις· οὐ γὰρ οἷόν τε
6.2
πολιτείαν τινὰ ἄνευ δαπάνης συστῆναι. ἀλλʼ ἐν μὲν ἐκείναις μάλιστα μὲν ἑκόντες πολλοὶ πολλὰ ἐπιδιδόασιν, ἐν φιλοτιμίας μέρει τὸ πρᾶγμα ποιούμενοι καὶ τιμὰς ἀντʼ αὐτῶν ἀξίας ἀντιλαμβάνοντες· ἂν δέ που καὶ ἀναγκαῖαι παρὰ πάντων ἐσφοραὶ γένωνται, ἑαυτούς τε te R. Steph., ge *wL'. πείθοντες
6.3
καὶ ὑπὲρ ἑαυτῶν συντελοῦντες ἀνέχονται. ἐν δὲ δὴ ταῖς δυναστείαις τό τε ἄρχον πάντες μόνον ὡς καὶ ὑπερπλουτοῦν ἀξιοῦσι δαπανᾶσθαι, τὰς μὲν προσόδους αὐτοῦ ἑτοίμως ἐξερευνώμενοι, τὰ δʼ ἀναλώματα οὐκέθʼ ὁμοίως ἐκλογιζόμενοι· καὶ οὔτʼ ἰδίᾳ ἡδέως ἢ καὶ ἑκόντες ἐπιδιδόασί τι, οὔτε τὰς
6.4
κοινὰς συντελείας αὐθαιρέτους ποιοῦνται. ἐκεῖνο μὲν γὰρ οὔτʼ ἂν ἐθελήσειέ τις (οὐδὲ γὰρ οὐδʼ ὁμολογήσειεν ἂν ῥᾳδίως πλουτεῖνʼ οὔτε συμφέρει τῷ κρατοῦντι γίγνεσθαι· αὐτίκα γὰρ ἂν δόξαν παρὰ τοῖς πολλοῖς ὡς καὶ φιλόπολις ἔχων ὀγκωθείη καὶ νεωτερίσειε. τὸ δʼ ἕτερον πάνυ τοὺς πολλοὺς βαρύνει, καὶ μάλισθʼ ὅτι τὴν μὲν ζημίαν αὐτοὶ ὑπομένουσι, τὸ δὲ δὴ κέρδος ἕτεροι