Kitap 52
38.2
ὅσα προσήκει βούλεσθαι. καὶ ἀεί γε αὐτὸς παρὰ σαυτῷ ἐξέταζε, εἴτε ὀρθῶς τι ποιεῖς εἴτε καὶ μή, τί τε πράττοντά σε φιλήσουσί τινες καὶ τί μή, ἵνα τὰ μὲν ποιῇς αὐτῶν τὰ δὲ ἐκκλίνῃς. μὴ γὰρ δὴ ἡγήσῃ dh\ h(gh/sh| M, dihgh/shi V. δεόντως τι παρὰ τοῦτο πράττειν δόξειν, ἂν μηδενὸς αἰτιωμένου σε ἀκούσῃς· μηδʼ ἀναμείνῃς οὕτω τινὰ ἐκφρονῆσαί ποτε ὥστε
38.3
σοι φανερῶς τι ἐξονειδίσαι. τοῦτο μὲν γὰρ οὐδεὶς ἂν ποιήσειεν, οὐδʼ εἰ σφόδρα ἀδικηθείη· πᾶν γὰρ τοὐναντίον καὶ ἐπαινεῖν πολλοὶ ἔν γε τῷ φανερῷ τοὺς ἀδικοῦντάς σφας ἀναγκάζονται, ἀνταγωνιζόμενοι μὴ δοκεῖν ὀργίζεσθαι. τὸν δʼ ἄρχοντα χρὴ μὴ ἐξ ὧν λέγουσί τινες τεκμαίρεσθαι τὴν διάνοιαν αὐτῶν, ἀλλʼ ἐξ ὧν φρονεῖν αὐτοὺς εἰκός ἐστι.
39.1
ταῦτά σε καὶ τὰ τοιαῦτα βούλομαι πράττειν· πολλὰ γὰρ καὶ παραλείπω διὰ τὸ μὴ οἷόν τε εἶναι πάντα αὐτὰ καθάπαξ συλλαβόντα εἰπεῖν. ἓν δʼ οὖν ἐν κεφαλαίῳ καὶ κατὰ τῶν εἰρημένων καὶ
39.2
κατὰ τῶν λοιπῶν φράσω. ἂν γὰρ ὅσα ἂν ἕτερόν τινα ἄρξαντά σου ποιεῖν ἐθελήσῃς, ταῦτα αὐτὸς αὐτεπάγγελτος πράσσῃς, οὔτε τι ἁμαρτήσῃ καὶ πάντα κατορθώσεις, κἀκ τούτου καὶ ἥδιστα καὶ
39.3
ἀκινδυνότατα βιώσῃ. πῶς μὲν γὰρ οὐχ ὡς πατέρα, πῶς δʼ οὐχ ὡς σωτῆρα καὶ προσόψονταί σε ἅπαντες καὶ φιλήσουσιν, ὅταν σε ὁρῶσι κόσμιον εὐβίοτον εὐπόλεμον εἰρηναῖον ὄντα, ὅταν μήθʼ ὑβρίζῃς τι μήτε πλεονεκτῇς, ὅταν ἐκ τοῦ