Kitap 52
5.1
αὕτη μὲν ἡ τῶν δήμων κατάστασις, ἐν δὲ δὴ ταῖς τυραννίσι πάντα τἀναντία συμβαίνει. καὶ τὰ μὲν πολλὰ τί δεῖ μηκύνειν λέγοντα; τὸ δὲ δὴ κεφάλαιον, χρηστὸν μὲν οὐδεὶς οὐδὲν οὔτʼ εἰδέναι οὔτʼ ἔχειν δοκεῖν βούλεται (πολέμιον γὰρ αὐτῷ πᾶν ἐπὶ τούτῳ τὸ κρατοῦν ὡς πλήθει γίγνεταἰ,
5.2
τὸν δὲ ἐκείνου τις τρόπον κανόνα τοῦ βίου ποιησάμενος, ὅ τι ποτʼ ἂν ἐλπίσῃ διʼ αὐτοῦ πλεονεκτήσας ἀκινδύνως κερδανεῖν, μετέρχεται. καὶ διὰ τοῦθʼ οἱ πλείους σφῶν τό τε καθʼ ἑαυτοὺς At this point a #3uaternion (containing the chapters dosn to 20, 4) is missing from M. L', the copy of M, here becomes of importance, since the scribe filled the lacuna in M from L, shich sas then complete. See vol. i. p. xxv. μόνον σπεύδουσι καὶ πάντας τοὺς ἄλλους μισοῦσι, τάς τε εὐπραγίας αὐτῶν οἰκείας ζημίας καὶ τὰς συμφορὰς ἴδια κέρδη ποιούμενοι.
5.3
τοιούτων δὲ δὴ τούτων ὄντων οὐχ ὁρῶ τί ποτʼ ἂν εἰκότως ἐπάρειέ σε μοναρχῆσαι ἐπιθυμῆσαι. πρὸς γὰρ τῷ τοῖς δήμοις χαλεπὸν εἶναι τὸ πολίτευμα, πολὺ δυσχερέστερον αὐτῷ σοι γένοιτο ἄν. ἢ οὐχ ὁρᾷς ὅπως ἥ τε πόλις καὶ τὰ πράγματα
5.4
αὐτῆς ἔτι καὶ νῦν ταράττεται; καὶ χαλεπὸν μέν ἐστι τὸ τὸν ὅμιλον ἡμῶν, τοσούτοις ἔτεσιν ἐν ἐλευθερίᾳ βεβιωκότα, καταλῦσαι, χαλεπὸν δὲ καὶ τὸ τοὺς συμμάχους τούς τε ὑπηκόους, τοὺς μὲν ἀπὸ παλαιοῦ δημοκρατουμένους τοὺς δʼ ὑφʼ ἡμῶν αὐτῶν ἠλευθερωμένους, ἐς δουλείαν αὖθις καταστῆσαι, τοσούτων πέριξ πολεμίων ἡμῖν προσκειμένων.