Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 52

37.3 ἀκριβῶς αὐτὰ διασκοπεῖν. συχνοὶ γάρ, οἱ μὲν μισοῦντές τινας, οἱ δʼ ἐπιθυμοῦντες ὧν ἔχουσιν, ἄλλοι χαριζόμενοί τισιν, ἄλλοι χρήματα αἰτήσαντές τινας καὶ μὴ λαβόντες, ἐπηρεάζουσιν αὐτοὺς ὡς νεωτερίζοντας ἢ καὶ ἄλλο τι ἀνεπιτήδειον κατὰ τοῦ αὐταρχοῦντος ἢ φρονοῦντας ἢ
37.4 λέγοντας. οὔκουν εὐθὺς οὐδὲ ῥᾳδίως προσέχειν αὐτοῖς δεῖ, ἀλλὰ καὶ πάνυ πάντα διελέγχειν· βραδύνας μὲν γὰρ ἐν τῷ πιστεῦσαί τινα οὐδὲν μέγα ἀδικηθήσῃ, σπεύσας δὲ τάχʼ ἄν τι καὶ ἐξαμάρτοις, ὃ μὴ δυνηθήσῃ ἀνακέσασθαι.
37.5 τιμᾶν μὲν οὖν σε τοὺς ἀγαθοὺς καὶ τῶν ἀπελευθέρων καὶ τῶν ἄλλων τῶν συνόντων σοι καὶ δεῖ καὶ ἀναγκαῖόν ἐστι· καὶ γὰρ κόσμον καὶ ἀσφάλειάν σοι μεγάλην τοῦτο οἴσει. μὴ μέντοι καὶ ὑπέρογκόν τι ἰσχυέτωσαν, ἀλλὰ ἀκριβῶς πάντες σωφρονείτωσαν, ὥστε σε μηδὲν ὑπʼ αὐτῶν
37.6 διαβληθῆναι· πάντα γὰρ ὅσα ἂν ἢ καλῶς ἢ κακῶς πράξωσι, σοὶ προστεθήσεται, καὶ τοιοῦτος αὐτὸς ὑφʼ ἁπάντων νομισθήσῃ ὁποῖα ἂν ἐκείνοις ποιεῖν ἐπιτρέπῃς.
37.6 τοὺς μὲν δὴ οὖν δυνατοὺς μὴ πλεονεκτεῖν τινα μηδὲ αὖ συκοφαντεῖσθαι ἔα· μηδὲ ἔστω τινὶ αὐτῶν αὐτὸ au)to\ M, om. V. τοῦτο ἔγκλημα, ὅτι δύναται, κἂν μηδὲν
37.7 ἁμαρτάνῃ. τοῖς δὲ δὴ πολλοῖς ἄμυνε μὲν ἰσχυρῶς ἀδικουμένοις, μὴ πρόσεχε δὲ ῥᾳδίως αἰτιωμένοις, ἀλλʼ αὐτὰ τὰ ἔργα καθʼ ἑαυτὰ ἐξέταζε, μήτε ἐς τὸ προέχον πᾶν ὑποπτεύων μήτε τῷ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi