Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 52

34.9 τὰ μὲν δὴ οὖν ἁμαρτήματα τῶν ἀνθρώπων τοῦτόν σοι τὸν τρόπον, πλὴν τῶν πάνυ ἀνηκέστων, μεταχειρίζεσθαι παραινῶ, τὰ δʼ ὀρθῶς ὑπʼ αὐτῶν γιγνόμενα καὶ ὑπὲρ τὴν ἀξίαν τῶν ἔργων τιμᾶν· οὕτω γὰρ ἂν μάλιστα ποιήσειας αὐτοὺς τῶν τε χειρόνων ἀπέχεσθαι, τῇ φιλανθρωπίᾳ, καὶ τῶν
34.10 βελτιόνων ἐφίεσθαι, τῇ μεγαλοδωρίᾳ. μὴ γάρ τοι καταδείσῃς μήθʼ ὅτι ἐπιλείψει σέ ποτε ἢ χρήματα ἢ τἆλλα οἷς τοὺς ἀγαθόν τι ποιοῦντας ἀμείψῃ (πολὺ γὰρ μᾶλλον ἔγωγε ἐλάττους αὐτῶν τοὺς εὖ τι παθεῖν ἀξίους οἶμαι γενήσεσθαι, τοσαύτης σοῦ καὶ γῆς καὶ θαλάττης ἄρχοντοσʼ, μήθʼ ὅτι τινὲς
34.11 εὐεργετηθέντες ἀχαρίστως τι πράξουσιν· οὐδὲν γὰρ οὕτω καὶ δουλοῖ καὶ οἰκειοῦταί τινα, κἂν ἀλλότριος κἂν ἐχθρὸς ὢν τύχῃ, ὡς τὸ μήτʼ ἀδικεῖσθαι καὶ προσέτι καὶ εὖ πάσχειν.
35.1 πρὸς μὲν οὖν τοὺς ἄλλους οὕτω σοι προσφέρεσθαι γνώμην δίδωμι· σαυτῷ δὲ δὴ μήτε ἔξαλλόν τι μήθʼ ὑπερήφανον μήτε παρὰ τῶν ἄλλων μήτε παρὰ τῆς βουλῆς ἢ ἔργῳ ἢ καὶ λόγῳ δοθὲν περιίδῃς.
35.2 τοῖς μὲν γὰρ ἄλλοις κόσμον ἡ παρὰ σοῦ τιμὴ φέρει, σοὶ δʼ αὐτῷ μεῖζον μὲν τῶν ὑπαρχόντων οὐδὲν ἂν δοθείη, ὑποψία δʼ ἂν κιβδηλίας πολλὴ προσγένοιτο· καὶ γάρ τοι τῶν μὲν ἄλλων οὐδεὶς ἑκὼν τοιοῦτό τι τῷ κρατοῦντι ψηφίζεσθαι δοκεῖ, πάντα δὲ δή τις αὐτὰ αὐτὸς παρʼ ἑαυτοῦ λαμβάνων οὐχ ὅσον οὐκ ἔπαινον ἴσχει, ἀλλὰ καὶ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi