Kitap 52
34.4
τὸν δὲ δὴ τῶν ἄλλων βίον ἐπισκόπει μέν, μὴ μέντοι καὶ χαλεπῶς ἐξέταζε, ἀλλʼ ὅσα μὲν ἂν ὑφʼ ἑτέρων τινῶν ἐσάγηται, κρῖνε, kri=ne R. Steph., kri/nai *wM. ὅσα δʼ ἂν ὑπὸ μηδενὸς αἰτιάζηται, μηδὲ προσποιοῦ εἰδέναι, ἔξω
34.5
τῶν ἐς τὸ δημόσιον πλημμελουμένων. ταῦτα μὲν γὰρ τῆς προσηκούσης ἐπιστροφῆς, κἂν μηδεὶς ἐγκαλῇ, τυγχάνειν ὀφείλει· τὰ δὲ ἄλλα τὰ ἰδιωτικὰ ἴσθι μέν, ἵνα μὴ καὶ mh\ kai\ M, kai\ mh\ V. σφαλῇς ποτε ἀνεπιτηδείῳ τινὶ ὑπηρέτῃ πρός τι χρησάμενος,
34.6
μὴ μέντοι καὶ ἐξέλεγχε. πολλὰ γὰρ ἡ φύσις καὶ παρὰ τὸν νόμον πολλοὺς ἁμαρτάνειν ἐξάγει, οἷς ἂν μὲν ἀκριβῶς τις ἐπεξίῃ, ἤ τινα ἢ οὐδένα ἂν αὐτῶν ἀτιμώρητον καταλίποι, ἂν δʼ ἀνθρωπίνως τὸ ἐπιεικὲς τῷ νενομισμένῳ παραμιγνύῃ, τάχʼ ἂν
34.7
καὶ σωφρονίσειεν αὐτούς. ὁ μὲν γὰρ νόμος, καίτοι ἰσχυρὰ τὰ κολάσματα ἀναγκαίως ποιούμενος, οὐ δύναται τῆς φύσεως ἀεὶ κρατεῖν· τῶν δʼ ἀνθρώπων τινὲς λανθάνειν μὲν δόξαντες ἢ καὶ μετρίως πως νουθετηθέντες ἀμείνους γίγνονται, οἱ μὲν αἰσχυνόμενοι ἐλεγχθῆναι οἱ δὲ αἰδούμενοι
34.8
πάλιν σφαλῆναι, φανερωθέντες δὲ καὶ ἀπερυθριάσαντες ἢ καὶ πέρα τοῦ μετρίου κολασθέντες τά τε νενομισμένα πάντα συγχέουσι καὶ καταπατοῦσι, καὶ μόναις ταῖς τῆς φύσεως ὁρμαῖς δουλεύουσι. κἀκ τούτου οὔτε τὸ πάντας αὐτοὺς κολάζειν ῥᾴδιον, οὔτε τὸ περιορᾶν φανερῶς τινας ἀσελγαίνοντας εὐπρεπὲς γίγνεται.