Kitap 52
33.9
οὔτε κατορθώσαντες ἐπιβουλευθήσονται. πολλοὶ γοῦν τὸν παρὰ τῶν τὸ κράτος ἐχόντων φθόνον φοβούμενοι σφαλῆναί τι μᾶλλον ἢ καταπρᾶξαι προείλοντο, κἀκ τούτου τὸ μὲν ἀσφαλὲς αὐτοὶ ἔσχον, τὸ δὲ δὴ dh\ M, om. w flor. ζημίωμα ἐκείνοις προσετρίψαντο. ὥστε αὐτὸς τὸ πλεῖον ἀπʼ ἀμφοτέρων ὁμοίως καὶ τῶν χειρόνων καὶ τῶν ἀμεινόνων ἀπολαύσων, μηδέποτʼ ἐθελήσῃς λόγῳ μὲν ἄλλοις ἔργῳ δὲ σαυτῷ φθονῆσαι.
34.1
Πάνθʼ ὅσα τοὺς ἀρχομένους καὶ φρονεῖν καὶ πράττειν βούλει, καὶ λέγε καὶ ποίει. οὕτω γὰρ ἂν μᾶλλον παιδεύσειας αὐτοὺς ἢ ταῖς ἐκ τῶν νόμων τιμωρίαις timwri/ais flor., om. wM. δειματώσειας· τὸ μὲν γὰρ ζῆλον τὸ δὲ φόβον ἔχει, καὶ ῥᾷόν τις μιμεῖται τὰ κρείττω, ὁρῶν ἔργῳ γιγνόμενα, ἢ φυλάττεται τὰ
34.2
χείρω, ἀκούων λόγῳ κεκωλυμένα. καὶ αὐτὸς μὲν ἀκριβῶς πάντα πρᾶττε, μηδεμίαν συγγνώμην σεαυτῷ seautw=| flor. B, e(autw=| *wM flor. A. νέμων, ὥστε καὶ εὖ εἰδὼς ὅτι παραχρῆμα πάντες καὶ ὅσα ἂν εἴπῃς καὶ ὅσα ἂν ποιήσῃς μαθήσονται. καθάπερ γὰρ ἐν ἑνί τινι τῆς ὅλης οἰκουμένης θεάτρῳ ζήσῃ, καὶ οὐχ οἷόν τέ σοι ἔσται οὐδὲ βραχύτατον ἁμαρτόντι διαλαθεῖν·
34.3
οὔτε γὰρ κατὰ μόνας ποτὲ ἀλλὰ καὶ μετὰ συχνῶν ἀεί τι πράξεις, καὶ πολυπραγμονοῦσί πως τὰ ὑπὸ τῶν ἀρχόντων γιγνόμενα καὶ οἱ λοιποὶ πάντες ἥδιστα, ὥστʼ ἂν ἅπαξ καταμάθωσί σε ἄλλα μὲν αὐτοῖς προαγορεύοντα ἄλλα δὲ αὐτὸν ποιοῦντα, οὐ τὰς ἀπειλάς σου φοβηθήσονται fobhqh/sontai *wM, fobh/sontai flor. ἀλλὰ τὰ ἔργα μιμήσονται.