Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 52

30.3 δεῖ, συνιέναι φημὶ χρῆναι. ἔπειτα δὲ μήτʼ οἰκοδομημάτων πλήθεσιν ἢ καὶ kai\ M, om. V. μεγέθεσιν ὑπὲρ τἀναγκαῖα χρήσθωσαν, μήτʼ ἀγώνων πολλῶν καὶ παντοδαπῶν ἀναλώμασι δαπανάσθωσαν, ἵνα μήτε σπουδαῖς ματαίαις ἐκτρύχωνται μήτε φιλοτιμίαις
30.4 ἀλόγοις πολεμῶνται. ἐχέτωσαν μὲν γὰρ καὶ πανηγύρεις καὶ θεωρίας τινάς, χωρὶς τῆς ἱπποδρομίας τῆς παρʼ ἡμῖν ποιουμένης, μὴ μέντοι ὥστε καὶ τὸ δημόσιον ἢ καὶ τοὺς ἰδίους οἴκους λυμαίνεσθαι, ξένον τέ τινα ἀναγκάζεσθαι παρʼ αὐτοῖς καὶ ὁτιοῦν ἀναλίσκειν, καὶ σίτησιν ἀθάνατον πᾶσιν ἁπλῶς τοῖς ἀγῶνά τινα νικήσασι δίδοσθαι.
30.5 τούς τε γὰρ εὐπόρους ἄλογόν ἐστιν ἔξω τι τῶν πατρίδων ἀναγκαστοὺς δαπανᾶν, καὶ τοῖς ἀγωνισταῖς ἀπόχρη τὰ ἆθλα τὰ παρʼ ἑκάστοις τιθέμενα, χωρὶς ἢ εἴ τις αὐτῶν Ὀλύμπια ἢ
30.6 Πύθια ἤ τινα ἐνταῦθα ἀγῶνα ἀνέλοιτο· a)ne/loito Rk., a)\n e)/loito *w, a)\n e(/loito M. τοὺς γὰρ τοιούτους μόνους σιτεῖσθαι δεῖ, ἵνα μήτε αἱ πόλεις μάτην ἐπιτρίβωνται μήτε ἔξω τις τῶν ἀξιονίκων ἀσκῇ, δυνάμενος ἄλλο τι χρησιμώτερον καὶ ἑαυτῷ καὶ τῷ κοινῷ μετιέναι. περὶ μὲν οὖν τούτων
30.7 ταῦτα γιγνώσκω, τὰς δʼ ἱπποδρομίας τὰς ἄνευ τῶν γυμνικῶν ἀγώνων ἐπιτελουμένας οὐχ ἡγοῦμαι δεῖν ἄλλῃ τινὶ πόλει ποιεῖν ἐπιτρέπειν, ὅπως μήτε χρήματα παμπληθῆ εἰκῇ παραπολλύηται μήθʼ οἱ ἄνθρωποι κακῶς ἐκμαίνωνται, καὶ τὸ μέγιστον, ἵνʼ οἱ στρατευόμενοι τοῖς ἀρίστοις ἵπποις ἀφθόνως

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi