Kitap 52
19.4
τὰ δὲ αὐτὰ ταῦτα καὶ ἐπὶ τῶν ἱππέων ποίησον. τοὺς γὰρ τὰ δευτερεῖα ἑκασταχόθι καὶ γένει καὶ ἀρετῇ καὶ πλούτῳ φερομένους ἐς τὴν ἱππάδα κατάλεξον, τοσούτους ἑκατέρους ἀντεγγράψας ὅσοι ποτʼ ἂν ἀρέσωσί σε, μηδὲν περὶ τοῦ πλήθους αὐτῶν ἀκριβολογούμενος· ὅσῳ γὰρ ἂν πλείους εὐδόκιμοι ἄνδρες συνῶσί σοι, τοσούτῳ ῥᾷον αὐτός
19.5
τε ἐν δέοντι πάντα διοικήσεις, καὶ τοὺς ἀρχομένους πείσεις ὅτι οὔτε ὡς δούλοις σφίσιν οὔθʼ ὡς χείροσί πῃ ἡμῶν οὖσι χρῇ, ἀλλὰ τά τε ἄλλα ἀγαθὰ πάντα τὰ ὑπάρχοντα ἡμῖν καὶ τὴν ἡγεμονίαν αὐτοῖς au)toi=s L', au)th=s V. κοινοῖ, ὅπως ὡς οἰκείαν αὐτὴν
19.6
σπουδάζωσι. καὶ τοσοῦτόν γε δέω τοῦθʼ ὡς οὐκ ὀρθῶς εἰρημένον ἀναθέσθαι, ὥστε καὶ τῆς πολιτείας πᾶσί σφισι μεταδοθῆναί φημι δεῖν, ἵνα καὶ ταύτης ἰσομοιροῦντες πιστοὶ σύμμαχοι ἡμῖν ὦσιν, ὥσπερ τινὰ μίαν τὴν ἡμετέραν πόλιν οἰκοῦντες, καὶ ταύτην μὲν ὄντως πόλιν τὰ δὲ δὴ σφέτερα ἀγροὺς καὶ κώμας νομίζοντες εἶναι.
19.6
ἀλλὰ περὶ μὲν peri\ me\n L', me\n peri\ V. τούτου αὖθις ἀκριβέστερον σκεψόμεθα ἃ χρὴ πρᾶξαι, ἵνα μὴ καὶ πάντα
20.1
ἀθρόα αὐτοῖς χαρισώμεθα· καταλέγεσθαι δὲ χρὴ ἐς μὲν τὴν ἱππάδα ὀκτωκαιδεκέτεις, ἐν γὰρ ταύτῃ τῇ ἡλικίᾳ μάλιστα ἥ τε τῶν σωμάτων αὐτῶν εὐεξία καὶ ἡ τῶν ψυχῶν ἐπιτηδειότης διαφαίνεται, ἐς δὲ τὸ συνέδριον πεντεκαιεικοσιέτεις· πῶς γὰρ οὐκ αἰσχρὸν καὶ σφαλερόν ἐστι τὰ μὲν οἰκεῖα μηδενὶ πρὸ ταύτης τῆς ἡλικίας ἐπιτρέπεσθαι, τὰ δὲ δημόσια καὶ νεωτέροις τισὶν ἐγχειρίζεσθαι;