Kitap 52
16.1
καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, μαρτυρεῖ τὰ γεγονότα. τέως μὲν γὰρ οὔτε πολλοὶ ἦμεν οὔτε μεγάλῳ τινὶ τῶν πλησιοχώρων διεφέρομεν, καλῶς τε ἐπολιτευόμεθα καὶ πᾶσαν ὀλίγου τὴν Ἰταλίαν
16.2
κατεστρεψάμεθα· ἀφʼ οὗ δὲ ἔξω αὐτῆς ἐξήχθημεν, καὶ ἐπὶ πολλὰ καὶ τῶν ἠπείρων καὶ τῶν νήσων ἐπεραιώθημεν, καὶ πᾶσαν μὲν τὴν θάλασσαν πᾶσαν δὲ τὴν γῆν καὶ τοῦ ὀνόματος καὶ τῆς δυνάμεως ἡμῶν ἐνεπλήσαμεν, οὐδενὸς χρηστοῦ μετεσχήκαμεν, ἀλλὰ τὸ μὲν πρῶτον οἴκοι καὶ ἐντὸς τοῦ τείχους κατὰ συστάσεις ἐστασιάσαμεν, ἔπειτα δὲ καὶ ἐς τὰ στρατόπεδα τὸ νόσημα τοῦτο
16.3
προηγάγομεν. καὶ διὰ ταῦθʼ ἡ πόλις ἡμῶν, ὥσπερ ὁλκὰς μεγάλη καὶ πλήρης ὄχλου παντοδαποῦ χωρὶς κυβερνήτου, πολλὰς ἤδη γενεὰς ἐν κλύδωνι πολλῷ φερομένη σαλεύει τε καὶ ᾅττει δεῦρο κἀκεῖσε, καθάπερ ἀνερμάτιστος οὖσα. μήτʼ οὖν
16.4
χειμαζομένην ἔτʼ αὐτὴν περιίδῃς, ὁρᾷς γὰρ ὡς ὑπέραντλός ἐστι, μήτε περὶ ἕρμα περιρραγῆναι ἐάσῃς, σαθρὰ γάρ ἐστι καὶ οὐδένα ἔτι χρόνον ἀντισχεῖν δυνήσεται· ἀλλʼ ἐπειδήπερ οἱ θεοὶ ἐλεήσαντες αὐτὴν καὶ ἐπιγνώμονά σε καὶ ἐπιστάτην αὐτῆς ἐπέστησαν, μὴ προδῷς τὴν πατρίδα, ἵνʼ ὥσπερ νῦν διὰ σὲ μικρὸν ἀναπέπνευκεν, οὕτω καὶ τὸν λοιπὸν αἰῶνα μετʼ ἀσφαλείας διαγάγῃ.
17.1
ὅτι μὲν οὖν ὀρθῶς σοι παραινῶ, μοναρχεῖσθαι τὸν δῆμον ἀξιῶν, πάλαι σε ἡγοῦμαι πεπεῖσθαι· τούτου δὲ δὴ οὕτως ἔχοντος καὶ ἑτοίμως καὶ προθύμως τὴν προστασίαν αὐτοῦ ἀνάδεξαι, μᾶλλον δὲ μὴ προῇ. οὐδὲ γὰρ οὐδʼ ὑπὲρ τοῦ λαβεῖν τι βουλευόμεθα, ἀλλʼ ὑπὲρ τοῦ μὴ ἀπολέσαι καὶ