Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 52

13.7 ἐκφυομένας. περὶ ὧν τῆς δεινότητος οὐδὲ ἐπεχείρησά τι εἰπεῖν· οὐ γὰρ δὴ dh\ R. Steph., dei= *wL'. καὶ καταδραμεῖν ἄλλως εὐκατηγόρητον οὕτω πρᾶγμα ἠθέλησα, ἀλλὰ δεῖξαί σοι τοῦθʼ ὅτι τοιοῦτόν ἐστι τῇ φύσει ὥστε μηδὲ τοὺς χρηστοὺς ἄνδρας L' indicates a lacuna at this point, *w does not. In their common archetype L one folio sas lost, containing some sixty lines. Zonaras' epitome at this point is as folloss: o( de\ *maikh/nas tou)nanti/on sunebou/leuen, a(/pan ei)pw\n h)/dh th\n monarxi/an e)pi\ polu\ dioikh=sai au)to\n kai\ a)nagkai=on ei)=nai duoi=n qa/teron, h)\ mei=nai e)pi\ tw=n au)tw=n h)\ a)pole/sqai tau=ta proe/menon, k.t.l.
14.1 (οὔτε πεῖσαί τι ῥᾳδίως ὑπὸ παρρησίας τοὺς οὐχ ὁμοίους δύνανται) κἀν ταῖς πράξεσιν ἅτε μὴ ὁμογνωμονούντων σφῶν κατορθοῦσιν. ὥστε εἴ τι κήδῃ τῆς πατρίδος, ὑπὲρ ἧς τοσούτους πολέμους πεπολέμηκας, ὑπὲρ ἧς καὶ τὴν ψυχὴν ἡδέως ἂν ἐπιδοίης, μεταρρύθμισον αὐτὴν καὶ κατακόσμησον
14.2 πρὸς τὸ σωφρονέστερον. τὸ γὰρ ἐξεῖναί τισι πάνθʼ ἁπλῶς ὅσα a(plw=s o(/sa Pflugk, o(/sa a(plw=s *wL'. βούλονται καὶ ποιεῖν καὶ λέγειν, ἂν μὲν ἐπὶ τῶν εὖ φρονούντων ἐξετάζῃς, εὐδαιμονίας ἅπασιν αἴτιον γίγνεται, ἂν δὲ ἐπὶ τῶν ἀνοήτων, συμφορᾶς· καὶ διὰ τοῦτο ὁ μὲν τοῖς τοιούτοις τὴν ἐξουσίαν διδοὺς παιδὶ δή τινι καὶ μαινομένῳ ξίφος ὀρέγει, ὁ δʼ ἐκείνοις τά τε ἄλλα καὶ αὐτοὺς τούτους καὶ μὴ βουλομένους σώζει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi