Kitap 52
τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ δευτέρῳ τῶν Δίωνος Ῥωμαϊκῶν·
α. ὡς Καῖσαρ ἐβουλεύσατο τὴν μοναρχίαν ἀφεῖναι.
β. ὡς αὐτοκράτωρ καλεῖσθαι ἤρξατο.
χρόνου πλῆθος τὰ λοιπὰ τῆς Καίσαρος τὸ ε καὶ kai\ supplied by R. Steph. Σέξτου Ἀπουλεΐου ὑπατείας. a)poulei+/ou u(patei/as M, om. V.
ταῦτα μὲν ἔν τε τῇ βασιλείᾳ καὶ ἐν τῇ δημοκρατίᾳ ταῖς τε δυναστείαις, πέντε τε καὶ εἴκοσι καὶ ἑπτακοσίοις ἔτεσι, καὶ ἔπραξαν οἱ Ῥωμαῖοι καὶ ἔπαθον· ἐκ δὲ τούτου μοναρχεῖσθαι αὖθις ἀκριβῶς ἤρξαντο, καίτοι τοῦ Καίσαρος βουλευσαμένου τά τε ὅπλα καταθέσθαι καὶ τὰ πράγματα τῇ τε γερουσίᾳ καὶ τῷ δήμῳ ἐπιτρέψαι.
ἐποιήσατο δὲ τὴν διάγνωσιν μετά τε τοῦ Ἀγρίππου καὶ μετὰ τοῦ Μαικήνου (τούτοις γὰρ πάντα τὰ ἀπόρρητα ἀνεκοίνοὐ, καὶ αὐτῷ ὁ Ἀγρίππας πρότερος εἶπε τοιάδε·
“μὴ θαυμάσῃς, ὦ Καῖσαρ, εἰ μέλλω σε ἀποτρέπειν ἀπὸ τῆς μοναρχίας, καίπερ πολλὰ καὶ ἀγαθὰ ἀπολαύσας ἂν ἀπʼ αὐτῆς σοῦ γε αὐτὴν ἔχοντος. εἰ μὲν γὰρ καὶ σοὶ ὠφέλιμος γενήσεσθαι ἔμελλε, καὶ πάνυ ἂν αὐτὴν ἐσπούδασα·
ἐπειδὴ δʼ οὐδὲν ὅμοιον τοῖς τε αὐταρχοῦσι καὶ τοῖς φίλοις σφῶν παρέχεται, ἀλλʼ οἱ μὲν καὶ ἀνεπιφθόνως καὶ ἀκινδύνως πάνθʼ ὅσα ἐθέλουσι καρποῦνται, τοῖς δὲ καὶ φθόνοι καὶ κίνδυνοι συμβαίνουσιν, οὐ τὸ ἐμαυτοῦ ἴδιον, ὥσπερ οὐδὲ ἐν τοῖς ἄλλοις, ἀλλὰ τὸ σὸν τό τε κοινὸν προϊδέσθαι ἐδικαίωσα.
σκεψώμεθα δὲ καθʼ ἡσυχίαν πάντα τὰ προσόντα αὐτῇ, καὶ ὅπῃ ποτʼ ἂν ὁ λογισμὸς ἡμᾶς ἀγάγῃ τραπώμεθα· οὐ γάρ που καὶ ἐξ ἅπαντος τρόπου φήσει τις δεῖν ἡμᾶς ἑλέσθαι
αὐτήν, κἂν μὴ λυσιτελοῦσα ᾖ. εἰ δὲ μή, δόξομεν do/comen R. Steph., do/cwmen *wM. ἤτοι τῆς τε εὐπραγίας ἡττῆσθαι καὶ ὑπὸ τῶν κατωρθωμένων ἐκπεφρονηκέναι, ἢ καὶ πάλαι αὐτῆς ἐφιέμενοι τόν to\n M, to\ V. τε πατέρα καὶ τὴν ἐς αὐτὸν εὐσέβειαν ἐσκῆφθαι καὶ τὸν δῆμον τήν τε γερουσίαν προβεβλῆσθαι, οὐχ ἵνα αὐτοὺς τῶν ἐπιβουλευσάντων σφίσιν ἀπαλλάξωμεν, ἀλλʼ ἵνα
ἑαυτοῖς δουλωσώμεθα. ἑκάτερον δὲ ὑπαίτιον. τίς μὲν γὰρ οὐκ ἂν a)\n supplied by St. ἀγανακτήσειεν ἄλλα μὲν ὁρῶν ἡμὰς εἰρηκότας, ἄλλα δὲ αἰσθανόμενος πεφρονηκότας; πῶς δʼ οὐκ ἂν μᾶλλον νῦν μισήσειεν ἡμᾶς ἢ εἰ κατʼ ἀρχὰς εὐθὺς τήν τε ἐπιθυμίαν ἀπεγυμνώσαμεν καὶ ἐπὶ τὴν μοναρχίαν ἄντικρυς
ὡρμήσαμεν; τὸ μὲν γὰρ βίαιόν τι τολμᾶν προσήκειν πως τῇ τῶν ἀνθρώπων φύσει, κἂν πλεονεκτικὸν εἶναι δοκῇ, πεπίστευται· πᾶς γὰρ ὁ προφέρων ἔν τινι πλέον ἀξιοῖ τοῦ καταδεεστέρου ἔχειν, καὶ κατορθώσας τέ τι ἐς τὴν τῆς ψυχῆς yuxh=s Rk., tu/xhs *wM. ἰσχὺν ἀναφέρεται, καὶ διαμαρτών τινος τῇ τοῦ
δαιμονίου φορᾷ προστίθεται. ὁ δὲ ἐξ ἐπιβουλῆς καὶ κακουργίας τοιοῦτό τι ποιῶν πρῶτον μὲν δολερὸς καὶ σκολιὸς καὶ κακοήθης καὶ κακότροπος εἶναι νομίζεται, ἅπερ εὖ οἶδʼ ὅτι περὶ σοῦ οὐδένα ἂν ὑπομείνειας εἰπεῖν ἢ φρονῆσαι, οὐδʼ εἰ πάσης ἐκ τούτου τῆς οἰκουμένης ἄρξειας· ἔπειτα δὲ καὶ κατορθώσας ἄδικον τὴν πλεονεξίαν πεποιῆσθαι καὶ σφαλεὶς δικαίαν τὴν κακοπραγίαν
εἰληφέναι δοκεῖ. τούτου δὲ δὴ οὕτως ἔχοντος, οὐδὲν ἂν ἧττον ἐπικαλέσειέ τις ἡμῖν καὶ εἰ μηδὲν τοιοῦτον ἀπὸ πρώτης ἐνθυμηθέντες ἔπειτα νῦν ἐπιθυμήσαιμεν αὐτοῦ. τὸ γάρ τοι τῶν τε παρόντων νικᾶσθαι καὶ μήτε ἑαυτοὺς κατέχειν τοῖς τε παρὰ τῆς τύχης δοθεῖσι μὴ καλῶς χρῆσθαι πολὺ
χεῖρόν ἐστι τοῦ ἐκ κακοπραγίας ἀδικεῖν τινα· οἱ μὲν γὰρ ὑπʼ αὐτῶν τῶν συμφορῶν πολλάκις ἀναγκάζονται πρὸς τὴν τοῦ συμφέροντός σφισι χρείαν καὶ ἄκοντες πλημμελεῖν, οἱ δʼ ἐθελονταὶ ἀκράτορες ἑαυτῶν καὶ παρὰ τὸ λυσιτελοῦν γίγνονται. τοὺς δὲ δὴ μήθʼ ἁπλότητά τινα ἐν τῇ ψυχῇ ἔχοντας μήτε τὰ δοθέντα σφίσιν ἀγαθὰ μετριάσαι δυναμένους πῶς ἂν τις προσδοκήσειεν ἤτοι τῶν ἄλλων καλῶς ἡγεμονεύσειν ἢ ταῖς
συμφοραῖς ὀρθῶς χρήσεσθαι; ὡς οὖν μηδέτερον αὐτῶν πεπονθότες, μηδʼ ἀλόγως τι πρᾶξαι ἐπιθυμοῦντες, ἀλλʼ ὅ τι ποτʼ ἂν βουλευσαμένοις ἡμῖν ἄριστον φανῇ τοῦθʼ αἱρησόμενοι, τὴν διάγνωσιν αὐτοῦ ποιησώμεθα. λέξω δὲ μετὰ παρρησίας· οὔτε γὰρ αὐτὸς ἄλλως ἄν τι εἰπεῖν δυναίμην, οὔτε σοὶ σύνοιδα τὰ ψευδῆ μετὰ κολακείας ἡδέως ἀκούοντι.
ἡ μὲν τοίνυν ἰσονομία τό τε πρόσρημα εὐώνυμον καὶ τὸ ἔργον δικαιότατον ἔχει. τήν τε γὰρ φύσιν τὴν αὐτήν τινας εἰληχότας καὶ ὁμοφύλους ἀλλήλοις ὄντας, ἔν τε τοῖς αὐτοῖς ἤθεσι τεθραμμένους καὶ ἐν τοῖς ὁμοίοις νόμοις πεπαιδευμένους,
καὶ κοινὴν καὶ τὴν τῶν σωμάτων καὶ τὴν τῶν ψυχῶν χρῆσιν τῇ πατρίδι παρέχοντας, πῶς μὲν οὐ δίκαιον καὶ τἆλλα πάντα κοινοῦσθαι, πῶς δʼ οὐκ ἄριστον ἐν μηδενὶ πλὴν ἀπʼ ἀρετῆς
προτιμᾶσθαι; ἥ τε γὰρ ἰσογονία ἰσομοιρίας ὀριγνᾶται, καὶ τυχοῦσα μὲν αὐτῆς χαίρει, διαμαρτοῦσα δὲ ἄχθεται· καὶ τὸ ἀνθρώπειον πᾶν, ἅτε ἔκ τε θεῶν γεγονὸς καὶ ἐς θεοὺς ἀφῆξον, ἄνω βλέπει, καὶ οὔτε ἐθέλει ὑπὸ τοῦ αὐτοῦ διὰ παντὸς
ἄρχεσθαι, οὔθʼ ὑπομένει τῶν μὲν πόνων καὶ τῶν κινδύνων τῶν τε δαπανημάτων μετέχον, τῆς δὲ κοινωνίας τῶν κρειττόνων στερόμενον, ἀλλὰ κἂν ἀναγκασθῇ τι τοιοῦτον ὑποστῆναι, μισεῖ τὸ βεβιασμένον, κἂν καιροῦ λάβηται, τιμωρεῖται τὸ
μεμισημένον. ἄρχειν τε γὰρ πάντες ἀξιοῦσι, καὶ διὰ τοῦτο καὶ ἄρχεσθαι ἐν τῷ μέρει ὑπομένουσι· καὶ πλεονεκτεῖσθαι οὐκ ἐθέλουσι, καὶ διὰ τοῦτο οὐδʼ αὐτοὶ πλεονεκτεῖν ἀναγκάζονται. ταῖς τε τιμαῖς ταῖς παρὰ τῶν ὁμοτίμων χαίρουσι, καὶ
τὰς τιμωρίας τὰς ἐκ τῶν νόμων ἐπαινοῦσι. κἂν οὕτω πολιτεύωνται, κοινὰ koina\ Rk., kai\ koina\ *wM. μὲν τὰ ἀγαθὰ κοινὰ δὲ καὶ τὰ ἐναντία νομίζοντες εἶναι, οὔτε τι κακὸν οὐδενὶ τῶν πολιτῶν γίγνεσθαι βούλονται, καὶ πάντα τὰ κρείττω πᾶσιν αὐτοῖς συνεύχονται.
καὶ ἄν τε τις αὐτὸς ἀρετήν τινα ἔχῃ, καὶ προφαίνει αὐτὴν προχείρως καὶ ἀσκεῖ προθύμως καὶ ἐπιδείκνυσιν ἀσμενέστατα, ἄν τε καὶ ἐν ἑτέρῳ ἴδῃ, καὶ προάγει ἑτοίμως καὶ συναύξει σπουδαίως
καὶ τιμᾷ λαμπρότατα. καὶ μέντοι κἂν κακύνηταί τις, πᾶς αὐτὸν μισεῖ, κἂν δυστυχῇ, πᾶς ἐλεεῖ, κοινὴν τῆς πόλεως καὶ τὴν ζημίαν καὶ τὴν αἰσχύνην τὴν ἀπʼ αὐτῶν εἶναι νομίζων.
αὕτη μὲν ἡ τῶν δήμων κατάστασις, ἐν δὲ δὴ ταῖς τυραννίσι πάντα τἀναντία συμβαίνει. καὶ τὰ μὲν πολλὰ τί δεῖ μηκύνειν λέγοντα; τὸ δὲ δὴ κεφάλαιον, χρηστὸν μὲν οὐδεὶς οὐδὲν οὔτʼ εἰδέναι οὔτʼ ἔχειν δοκεῖν βούλεται (πολέμιον γὰρ αὐτῷ πᾶν ἐπὶ τούτῳ τὸ κρατοῦν ὡς πλήθει γίγνεταἰ,
τὸν δὲ ἐκείνου τις τρόπον κανόνα τοῦ βίου ποιησάμενος, ὅ τι ποτʼ ἂν ἐλπίσῃ διʼ αὐτοῦ πλεονεκτήσας ἀκινδύνως κερδανεῖν, μετέρχεται. καὶ διὰ τοῦθʼ οἱ πλείους σφῶν τό τε καθʼ ἑαυτοὺς At this point a #3uaternion (containing the chapters dosn to 20, 4) is missing from M. L', the copy of M, here becomes of importance, since the scribe filled the lacuna in M from L, shich sas then complete. See vol. i. p. xxv. μόνον σπεύδουσι καὶ πάντας τοὺς ἄλλους μισοῦσι, τάς τε εὐπραγίας αὐτῶν οἰκείας ζημίας καὶ τὰς συμφορὰς ἴδια κέρδη ποιούμενοι.
τοιούτων δὲ δὴ τούτων ὄντων οὐχ ὁρῶ τί ποτʼ ἂν εἰκότως ἐπάρειέ σε μοναρχῆσαι ἐπιθυμῆσαι. πρὸς γὰρ τῷ τοῖς δήμοις χαλεπὸν εἶναι τὸ πολίτευμα, πολὺ δυσχερέστερον αὐτῷ σοι γένοιτο ἄν. ἢ οὐχ ὁρᾷς ὅπως ἥ τε πόλις καὶ τὰ πράγματα
αὐτῆς ἔτι καὶ νῦν ταράττεται; καὶ χαλεπὸν μέν ἐστι τὸ τὸν ὅμιλον ἡμῶν, τοσούτοις ἔτεσιν ἐν ἐλευθερίᾳ βεβιωκότα, καταλῦσαι, χαλεπὸν δὲ καὶ τὸ τοὺς συμμάχους τούς τε ὑπηκόους, τοὺς μὲν ἀπὸ παλαιοῦ δημοκρατουμένους τοὺς δʼ ὑφʼ ἡμῶν αὐτῶν ἠλευθερωμένους, ἐς δουλείαν αὖθις καταστῆσαι, τοσούτων πέριξ πολεμίων ἡμῖν προσκειμένων.
καὶ ἵνα γε ἀπὸ πρώτου τοῦ βραχυτάτου ἄρξωμαι, χρήματά σοι πολλὰ καὶ πανταχόθεν ἀναγκαῖον ἔσται πορίζειν· ἀδύνατον γὰρ τὰς νῦν οὔσας προσόδους πρός τε τἆλλα καὶ πρὸς τὴν τῶν στρατιωτῶν τροφὴν ἐξαρκέσαι. τοῦτο δὲ ἔστι μὲν καὶ ἐν ταῖς δημοκρατίαις· οὐ γὰρ οἷόν τε
πολιτείαν τινὰ ἄνευ δαπάνης συστῆναι. ἀλλʼ ἐν μὲν ἐκείναις μάλιστα μὲν ἑκόντες πολλοὶ πολλὰ ἐπιδιδόασιν, ἐν φιλοτιμίας μέρει τὸ πρᾶγμα ποιούμενοι καὶ τιμὰς ἀντʼ αὐτῶν ἀξίας ἀντιλαμβάνοντες· ἂν δέ που καὶ ἀναγκαῖαι παρὰ πάντων ἐσφοραὶ γένωνται, ἑαυτούς τε te R. Steph., ge *wL'. πείθοντες
καὶ ὑπὲρ ἑαυτῶν συντελοῦντες ἀνέχονται. ἐν δὲ δὴ ταῖς δυναστείαις τό τε ἄρχον πάντες μόνον ὡς καὶ ὑπερπλουτοῦν ἀξιοῦσι δαπανᾶσθαι, τὰς μὲν προσόδους αὐτοῦ ἑτοίμως ἐξερευνώμενοι, τὰ δʼ ἀναλώματα οὐκέθʼ ὁμοίως ἐκλογιζόμενοι· καὶ οὔτʼ ἰδίᾳ ἡδέως ἢ καὶ ἑκόντες ἐπιδιδόασί τι, οὔτε τὰς
κοινὰς συντελείας αὐθαιρέτους ποιοῦνται. ἐκεῖνο μὲν γὰρ οὔτʼ ἂν ἐθελήσειέ τις (οὐδὲ γὰρ οὐδʼ ὁμολογήσειεν ἂν ῥᾳδίως πλουτεῖνʼ οὔτε συμφέρει τῷ κρατοῦντι γίγνεσθαι· αὐτίκα γὰρ ἂν δόξαν παρὰ τοῖς πολλοῖς ὡς καὶ φιλόπολις ἔχων ὀγκωθείη καὶ νεωτερίσειε. τὸ δʼ ἕτερον πάνυ τοὺς πολλοὺς βαρύνει, καὶ μάλισθʼ ὅτι τὴν μὲν ζημίαν αὐτοὶ ὑπομένουσι, τὸ δὲ δὴ κέρδος ἕτεροι
λαμβάνουσιν. ἐν μὲν γὰρ ταῖς δημοκρατίαις καὶ στρατεύονται ὡς πλήθει οἱ τὰ χρήματα συνεσφέροντες, ὥστε τρόπον τινὰ αὖθις αὐτὰ ἀπολαμβάνουσιν· ἐν δὲ ταῖς μοναρχίαις ἄλλοι μὲν ὡς τὸ πολὺ καὶ γεωργοῦσι καὶ δημιουργοῦσι καὶ ναυτίλλονται καὶ πολιτεύονται, παρʼ ὧνπερ καὶ αἱ λήψεις μάλιστα γίγνονται, ἄλλοι δὲ τὰ ὅπλα ἔχουσι καὶ τὸν μισθὸν φέρουσιν.
ἓν μὲν δὴ τοῦτο τοιοῦτον ὂν πράγματά σοι παρέξει, ἕτερον δὲ ἐκεῖνο. πάντως μέν τινα δεῖ δίκην τὸν ἀεὶ κακουργοῦντα διδόναι· οὔτε γὰρ ἐκ νουθεσίας οὔτε ἐκ παραδειγμάτων οἱ πολλοὶ σωφρονίζονται, ἀλλὰ ἀνάγκη πᾶσα αὐτοὺς καὶ ἀτιμίᾳ καὶ φυγῇ καὶ θανάτῳ ζημιοῦσθαι, οἷα ἔν τε ἀρχῇ τηλικαύτῃ καὶ ἐν πλήθει ἀνθρώπων τοσούτῳ, tosou/tw| St., tosou/twn *wL'. ἄλλως τε καὶ ἐν μεταβολῇ πολιτείας,
φιλεῖ συμβαίνειν. τούτοις tou/tois Xyl., tou/tous *wL'. δʼ ἂν μὲν ἑτέρους δικαστὰς καθίζῃς, ἀπολύοιντό τε ἂν διασπευδόμενοι, καὶ μάλιστα ὅσους ἂν ἐχθραίνειν νομισθῇς· καὶ γὰρ προσποίησίν τινα ἐξουσίας οἱ δικάζοντες λαμβάνουσιν, ὅταν τι παρὰ τὸ δοκοῦν τῷ
κρατοῦντι ποιήσωσι· κἂν ἄρα τινὲς ἁλίσκωνται, a(li/skwntai R. Steph., a(li/skontai *wL'. διὰ σὲ δόξουσιν ἐκ κατασκευάσματος κατεψηφίσθαι. ἂν δʼ αὐτὸς δικάζῃς, πολλοὺς ἀναγκασθήσῃ καὶ τῶν ὁμοτίμων κολάζειν (τοῦτο δὲ οὐκ εὐτυχέσʼ, καὶ πάντως τινὰς αὐτῶν ὀργῇ
μᾶλλον ἢ δικαιώσει δόξεις do/ceis L', do/chs V. εὐθύνειν· τοὺς γὰρ βιάζεσθαι δυναμένους οὐδεὶς δικάζοντας δικαιοπραγεῖν πιστεύει, ἀλλʼ οἴονται πάντες αὐτοὺς σχῆμα καὶ σκιαγραφίαν πολιτείας αἰσχύνῃ πρὸ τῆς ἀληθείας προπεταννύντας, ὀνόματι ἐννόμῳ e)nno/mw| Naber, e)nno/mou *wL'. δικαστηρίου τὴν ἑαυτῶν ἐπιθυμίαν ἀποπιμπλάναι. ἐν μὲν οὖν ταῖς μοναρχίαις ταῦθʼ οὕτω
γίγνεται· ἐν δὲ δὴ ταῖς δημοκρατίαις, ἄν τʼ ἰδίᾳ τις ἀδικεῖν αἰτίαν λάβῃ, ἰδίαν δίκην παρὰ δικασταῖς ἴσοις φεύγει, ἄν τε δημοσίᾳ, καὶ ἐκείνῳ δικασταὶ καθίζουσιν kaqi/zousin Rk., kaqi/zwsin *wL'. ἐκ τῶν ὁμοίων οὓς ἂν ou(\s a)\n Xyl., ou)=san *wL'. ὁ κλῆρος ἀποδείξῃ, ὥστε ῥᾷον τὰ ἀποβαίνοντα ἀπʼ αὐτῶν τοὺς ἀνθρώπους φέρειν, μήτʼ ἰσχύι δικαστοῦ μήτε χάριτι ἀναγκαστῇ a)nagkasth=| L', a)nagkasqh= V. νομίζοντάς τι πεπονθέναι.
ἔτι τοίνυν πολλοὶ χωρὶς τῶν τι ἀδικούντων, οἱ μὲν γένει, οἱ δὲ πλούτῳ, οἱ δὲ ἑτέρῳ τινὶ ἐπαιρόμενοι, ἄλλως μὲν οὐ κακοὶ ἄνδρες, τῇ δὲ δὴ προαιρέσει τῇ τῆς μοναρχίας ἐναντίοι φύονται· καὶ αὐτοὺς οὔτʼ αὔξεσθαί τις ἐῶν ἀσφαλῶς δύναται ζῆν, οὔτʼ αὖ κολούειν ἐπιχειρῶν δικαίως
τοῦτο ποιεῖν. τί ποτʼ οὖν τούτοις χρήσῃ; πῶς αὐτοὺς μεταχειρίσῃ; ἂν μὲν γὰρ τά τε γένη σφῶν καθέλῃς καὶ τοὺς πλούτους ἐλαττώσῃς τά τε φρονήματα ταπεινώσῃς, οὐδεμίαν ἂν εὔνοιαν παρὰ τῶν ἀρχομένων λάβοις· πῶς γάρ, εἰ μήτε γεννηθῆναί τῳ καλῶς μήτε πλουτῆσαι δικαίως, μήτʼ ἰσχυρῷ μήτʼ ἀνδρείῳ μήτε συνετῷ γενέσθαι ἐξείη;