Kitap 51
2.6
συναραμένου υἱὸς ἦν, οἱ δὲ δὴ Φλῶροι ὅτι τὸν ἕτερον τὸν λαχόντα κελεύσαντος αὐτοῦ σφαγῆναι ἀμφότεροι διεφθάρησαν. ἦσαν μὲν γὰρ πατήρ τε καὶ παῖς· ὡς δʼ οὗτος πρὶν λαχεῖν αὐτὸς ἑαυτὸν τῷ σφαγεῖ ἑκὼν παρέδωκε, περιήλγησέ τε ἐκεῖνος καὶ αὐτοχειρίᾳ αὐτῷ ἐπαπέθανεν.
3.1
οὗτοι μὲν οὖν οὕτως ἀπήλλαξαν, ὁ δʼ ὅμιλος τῶν Ἀντωνιείων στρατιωτῶν ἐς τὰ τοῦ Καίσαρος στρατόπεδα κατετάχθη, καὶ ἔπειτα τοὺς μὲν πολίτας τοὺς ἔξω τῆς ἡλικίας ἀπʼ ἀμφοτέρων, μηδὲν μηδενὶ δούς, ἐς τὴν Ἰταλίαν ἀπέπεμψε,
3.2
τοὺς δὲ δὴ λοιποὺς διέσπειρεν· ἐπειδὴ γὰρ ἐν τῇ Σικελίᾳ φοβεροί οἱ μετὰ τὴν νίκην ἐγένοντο, ἔδεισε μὴ καὶ αὖθις θορυβήσωσι, καὶ διὰ τοῦτʼ ἔσπευσε, πρὶν καὶ ὁτιοῦν ὑποκινηθῆναι, τοὺς μὲν παντελῶς ἐκ τῶν ὅπλων ἀπελάσαι, τῶν δὲ τὸ
3.3
πλῆθος διασπάσαι. τούς τε ἐξελευθέρους διʼ ὑποψίας ἔτι καὶ τότε ἔχων τὴν τετάρτην αὐτοῖς ἐσφορὰν ἀφῆκεν, ἣν ἐκ τῶν προσταχθέντων σφίσι χρημάτων ἐπώφειλον. καὶ οὗτοι μὲν οὐχ ὅτι ἐστέρηντό τινων ἐμνησικάκουν ἔτι, ἀλλʼ ὡς καὶ
3.4
λαβόντες ὅσα μὴ συνεσήνεγκαν ἔχαιρον· οἵ τε ἐν τῷ τεταγμένῳ ἔτι e)/ti Leuncl., e)/tei *wM. καὶ τότε ὄντες, τὸ μέν τι πρὸς τῶν στρατιαρχῶν κατεχόμενοι, τὸ δὲ δὴ πλεῖστον τῇ τοῦ Αἰγυπτίου πλούτου ἐλπίδι, οὐδὲν ἐνεόχμωσαν· οἱ δὲ δὴ συννικήσαντες αὐτῷ καὶ τῆς στρατείας ἀφεθέντες ἤσχαλλον ἅτε μηδὲν γέρας εὑρόμενοι, καὶ στασιάζειν οὐκ ἐς μακρὰν ἤρξαντο.