Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 51

22.5 βουλευτὴς ἐμονομάχησε. καὶ θηρία καὶ βοτὰ ἄλλα τε παμπληθῆ καὶ ῥινόκερως ἵππος τε ποτάμιος, πρῶτον τότε ἐν τῇ Ῥώμῃ ὀφθέντα, ἐσφάγη. καὶ ὁ μὲν ἵππος ὁποῖός ἐστι, πολλοῖς τε εἴρηται καὶ πολὺ πλείοσιν ἑώραται· ὁ δὲ δὴ ῥινόκερως τὰ μὲν ἄλλα ἐλέφαντί πῃ προσέοικε, κέρας δέ τι κατʼ αὐτὴν τὴν ῥῖνα προσέχει, καὶ διὰ
22.6 τοῦτο οὕτω κέκληται. ταῦτά τε οὖν ἐσήχθη, καὶ ἀθρόοι πρὸς ἀλλήλους Δακοί τε καὶ Σουῆβοι ἐμαχέσαντο. εἰσὶ δὲ οὗτοι μὲν Κελτοί, ἐκεῖνοι δὲ δὴ Σκύθαι τρόπον τινά· καὶ οἱ μὲν πέραν τοῦ Ῥήνου ὥς γε τἀκριβὲς εἰπεῖν (πολλοὶ γὰρ καὶ ἄλλοι τοῦ τῶν tou= tw=n Pflugk, tou/twn tw=n *w, tou/twn tou= M. Σουήβων ὀνόματος ἀντιποιοῦνταἰ, οἱ δὲ ἐπʼ ἀμφότερα τοῦ Ἴστρου νέμονται,
22.7 ἀλλʼ οἱ μὲν ἐπὶ τάδε αὐτοῦ καὶ πρὸς τῇ Τριβαλλικῇ οἰκοῦντες ἔς τε τὸν τῆς Μυσίας νομὸν τελοῦσι καὶ Μυσοί, πλὴν παρὰ τοῖς πάνυ ἐπιχωρίοις, ὀνομάζονται, οἱ δὲ ἐπέκεινα Δακοὶ κέκληνται, εἴτε δὴ Γέται τινὲς εἴτε καὶ Θρᾷκες τοῦ Δακικοῦ γένους τοῦ τὴν Ῥοδόπην ποτὲ ἐνοικήσαντος
22.8 ὄντες. οὗτοι οὖν οἱ Δακοὶ ἐπρεσβεύσαντο μὲν πρὸ τοῦ χρόνου τούτου πρὸς τὸν Καίσαρα, ὡς δʼ οὐδενὸς ὧν ἐδέοντο ἔτυχον, ἀπέκλιναν πρὸς τὸν Ἀντώνιον, καὶ ἐκεῖνον μὲν οὐδὲν μέγα ὠφέλησαν στασιάσαντες ἐν ἀλλήλοις, ἁλόντες δὲ ἐκ τούτου τινὲς ἔπειτα τοῖς Σουήβοις συνεβλήθησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi