Kitap 51
καὶ ὅτι ἐπανῆλθε, μαθεῖν. ὡς γὰρ τότε ἐκ τῆς ναυμαχίας ἔφυγον, μέχρι μὲν τῆς Πελοποννήσου ὁμοῦ ἀφίκοντο, ἐντεῦθεν δὲ τῶν συνόντων τινάς, ὅσους ὑπώπτευον, ἀποπέμψαντες (πολλοὶ δὲ καὶ ἀκόντων αὐτῶν ἀπεχώρησανʼ Κλεοπάτρα μὲν ἐς τὴν Αἴγυπτον, μή τι τῆς συμφορᾶς σφων
προπυθόμενοι νεωτερίσωσιν, ἠπείχθη, καὶ ὅπως γε καὶ τὸν πρόσπλουν ἀσφαλῆ ποιήσηται, τάς τε πρῴρας ὡς καὶ κεκρατηκυῖα κατέστεψε καὶ ᾠδάς τινας ἐπινικίους ὑπʼ αὐλητῶν ᾖδεν· ἐπεὶ δὲ ἐν τῷ ἀσφαλεῖ ἐγένετο, πολλοὺς μὲν τῶν πρώτων, ἅτε καὶ ἀεί οἱ oi( M, om. V. ἀχθομένων καὶ τότε ἐπὶ τῇ συμφορᾷ
αὐτῆς ἐπηρμένων, ἐφόνευσε, πολὺν δὲ καὶ πλοῦτον ἔκ τε τῶν ἐκείνων κτημάτων καὶ ἐκ τῶν ἄλλων καὶ ὁσίων καὶ θείων, μηδενὸς μηδὲ τῶν πάνυ ἀβάτων ἱερῶν φειδομένη, ἤθροιζε, δυνάμεις τε ἐξηρτύετο καὶ συμμαχίας περιεσκόπει, τόν τε Ἀρμένιον ἀποκτείνασα τὴν κεφαλὴν αὐτοῦ τῷ Μήδῳ, ὡς καὶ ἐπικουρήσοντί σφισι διὰ τοῦτ̔,
ἔπεμψεν. Ἀντώνιος δὲ ἔπλευσε μὲν ἐς τὴν Λιβύην πρός τε Πινάριον Σκάρπον καὶ πρὸς τὸ στράτευμα τὸ μετʼ αὐτοῦ ἐπὶ τῇ τῆς Αἰγύπτου φυλακῇ ἐνταῦθα προσυνειλεγμένον· ἐπεὶ δʼ οὔτε προσδέξεσθαι αὐτὸν ἔφη, e)/fh supplied by Leuncl. καὶ προσέτι καὶ τοὺς προπεμφθέντας ὑπʼ αὐτοῦ ἔσφαξε, τῶν τε στρατιωτῶν ὧν ἦρχεν ἀγανακτήσαντάς τινας ἐπὶ τούτῳ διέφθειρεν, οὕτω δὴ καὶ αὐτὸς ἐς τὴν Ἀλεξάνδρειαν μηδὲν περάνας ἐκομίσθη.
καὶ τά τε ἄλλα ὡς ἐπὶ ταχεῖ πολέμῳ παρεσκευάζοντο, καὶ τοὺς υἱεῖς, Κλεοπάτρα μὲν Καισαρίωνα Ἀντώνιος δὲ Ἄντυλλον, ὃν ἐκ τῆς Φουλουίας γεννηθέντα οἱ εἶχεν, ἐς ἐφήβους ἐσέγραψαν, ἵνʼ οἵ τε Αἰγύπτιοι ὡς καὶ ἀνδρός τινος ἤδη βασιλεύοντός σφων προθυμηθῶσι, καὶ οἱ ἄλλοι προστάτας ἐκείνους, ἄν γέ τι δεινόν σφισι
συμβῇ, ἔχοντες καρτερήσωσι. καὶ τοῖς μὲν μειρακίοις καὶ τοῦτο αἴτιον τοῦ ὀλέθρου ἐγένετο· οὐδετέρου γὰρ αὐτῶν ὁ Καῖσαρ, ὡς καὶ ἀνδρῶν ὄντων καὶ πρόσχημά τι προστασίας ἐχόντων, ἐφείσατο· ἐκεῖνοι δʼ οὖν παρεσκευάζοντο μὲν ὡς καὶ ἐν τῇ Αἰγύπτῳ καὶ ναυσὶ καὶ πεζῷ πολεμήσοντες,
καὶ ἐπὶ τούτῳ καὶ τὰ ἔθνη τὰ ὁμόχωρα τούς τε βασιλέας τοὺς φιλίους σφίσι προσπαρεκάλουν, ἡτοιμάζοντο δʼ οὐδὲν ἧττον ὡς καὶ ἐς τὴν Ἰβηρίαν, ἄν τι κατεπείξῃ, πλευσούμενοι καὶ τὰ ἐκεῖ ἄλλως τε καὶ τῷ πλήθει τῶν χρημάτων ἀποστήσοντες, ἢ καὶ πρὸς τὴν ἐρυθρὰν θάλασσαν
μεταστησόμενοι. καὶ ὅπως γε ἐπὶ πλεῖστον βουλευόμενοι ταῦτα διαλάθωσιν, ἢ καὶ ἐξαπατήσωσί πῃ τὸν Καίσαρα ἢ καὶ δολοφονήσωσιν, ἔστειλάν τινας ἐκείνῳ μὲν λόγους ὑπὲρ εἰρήνης τοῖς δὲ δὴ συνοῦσιν αὐτῷ χρήματα φέροντας.
κἀν τούτῳ καὶ ἡ Κλεοπάτρα σκῆπτρόν τέ τι ti M, om. V. χρυσοῦν καὶ στέφανον χρυσοῦν τόν τε δίφρον τὸν βασιλικόν, κρύφα τοῦ Ἀντωνίου, ὡς καὶ τὴν ἀρχήν οἱ διʼ αὐτῶν au)tw=n M, au)to\n V. διδοῦσα ἔπεμψεν, ἵνʼ ἂν καὶ
ἐκεῖνον ἐχθήρῃ, ἀλλʼ αὐτήν γε ἐλεήσῃ. ὁ δὲ τὰ μὲν δῶρα ἔλαβεν οἰωνὸν ποιούμενος, ἀπεκρίνατο δὲ τῷ μὲν Ἀντωνίῳ οὐδέν, τῇ δὲ Κλεοπάτρᾳ φανερῶς μὲν ἄλλα τε ἀπειλητικὰ καὶ ὅτι, ἂν τῶν τε ὅπλων καὶ τῆς βασιλείας ἀποστῇ, βουλεύσεται περὶ αὐτῆς ὅσα χρὴ πρᾶξαι, λάθρᾳ δὲ ὅτι, ἐὰν τὸν Ἀντώνιον ἀποκτείνῃ, καὶ τὴν ἄδειαν αὐτῇ καὶ τὴν ἀρχὴν ἀκέραιον δώσει.
ἐν ᾧ δὲ ταῦτα ἐγίγνετο, τάς τε ναῦς τὰς ἐν τῷ Ἀραβικῷ κόλπῳ πρὸς τὸν ἐς e)s M, pro\s V. τὴν ἐρυθρὰν θάλασσαν πλοῦν ναυπηγηθείσας οἱ Ἀράβιοι, πεισθέντες ὑπὸ Κυΐντου Διδίου τοῦ τῆς Συρίας ἄρχοντος, κατέπρησαν, καὶ τὰς ἐπικουρίας καὶ οἱ
δῆμοι καὶ οἱ δυνάσται πάντες ἀπηρνήσαντο. καί μοι θαυμάσαι ἐπέρχεται ὅτι ἄλλοι μὲν συχνοί, καίπερ πολλὰ παρʼ αὐτῶν εἰληφότες, ἐγκατέλιπόν σφας, οἱ δὲ ἐπὶ ταῖς ὁπλομαχίαις ἐν τοῖς ἀτιμότατα τρεφόμενοι προθυμίᾳ τε ἐς αὐτοὺς πλείστῃ
ἐχρήσαντο καὶ ἀνδρειότατα ἠγωνίσαντο. οὗτοι γὰρ ἐν Κυζίκῳ πρὸς τοὺς ἐπινικίους ἀγῶνας, οὓς ἐπὶ τῷ Καίσαρι ἄξειν ἤλπιζον, ἀσκούμενοι, τότε ἐπειδὴ τάχιστα τῶν γεγονότων ᾔσθοντο, ὥρμησαν
ἐς τὴν Αἴγυπτον ὡς καὶ βοηθήσοντες αὐτοῖς, καὶ πολλὰ μὲν τὸν Ἀμύνταν ἐν τῇ Γαλατίᾳ πολλὰ δὲ καὶ τοὺς τοῦ Ταρκονδιμότου παῖδας ἐν τῇ Κιλικίᾳ, φίλους μέν σφισιν ἐς τὰ μάλιστα γενομένους, τότε δὲ πρὸς τὰ παρόντα μεταστάντας, πολλὰ δὲ καὶ τὸν Δίδιον κωλύοντά σφας τῆς διόδου ἔδρασαν.
οὐ μέντοι καὶ διαπεσεῖν ἐς τὴν Αἴγυπτον ἠδυνήθησαν, ἀλλʼ ἐπειδὴ πανταχόθεν περιεστοιχίσθησαν, λόγον μὲν οὐδʼ ὣς οὐδένα, καίτοι τοῦ Διδίου συχνά σφισιν ὑπισχνουμένου, προσεδέξαντο, τὸν δὲ Ἀντώνιον μεταπέμψαντες ὡς καὶ ἐν τῇ Συρίᾳ ἄμεινον μετʼ αὐτοῦ πολεμήσοντες,
ἔπειτʼ ἐπειδὴ ἐκεῖνος μήτʼ αὐτὸς ἦλθε μήτʼ ἀγγελίαν τινὰ αὐτοῖς ἔπεμψεν, οὕτω δὴ νομίσαντες αὐτὸν ἀπολωλέναι καὶ ἄκοντες ὡμολόγησαν ἐπὶ τῷ μηδέποτε μονομαχῆσαι, καὶ τήν γε Δάφνην παρὰ τοῦ Διδίου, τὸ τῶν Ἀντιοχέων προάστειον, ἐνοικεῖν μέχρις ἂν τῷ Καίσαρι ταῦτα δηλωθῇ ἔλαβον.
καὶ οἱ μὲν ὑπὸ τοῦ Μεσσάλου ὕστερον ἀπατηθέντες ἐπέμφθησαν ἄλλος ἄλλοσε ὡς καὶ ἐς τὰ στρατόπεδα καταλεχθησόμενοι, καὶ ἐκ τρόπου δή
τινος ἐπιτηδείου ἐφθάρησαν· Ἀντώνιος δὲ καὶ Κλεοπάτρα ἀκούσαντες τῶν πρέσβεων τὰ παρὰ τοῦ Καίσαρός σφισιν ἐπισταλέντα, ἔπεμψαν αὖθις, ἡ μὲν χρήματα αὐτῷ πολλὰ δώσειν ὑπισχνουμένη, ὁ δὲ τῆς τε φιλίας καὶ τῆς συγγενείας αὐτὸν ἀναμιμνήσκων, καὶ προσέτι καὶ περὶ τῆς συνουσίας τῆς πρὸς τὴν Αἰγυπτίαν ἀπολογούμενος, ὅσα τε συνηράσθησάν ποτε καὶ ὅσα
συνενεανιεύσαντο ἀλλήλοις ἐξαριθμούμενος. καὶ τέλος Πούπλιον Τουρούλλιον βουλευτήν τε ὄντα καὶ σφαγέα τοῦ Καίσαρος γεγονότα τότε τε φιλικῶς οἱ συνόντα ἐξέδωκεν αὐτῷ, καὶ ἑαυτόν, ἄν γε καὶ διὰ τοῦθʼ ἡ Κλεοπάτρα σωθῇ, καταχρήσεσθαι
ἐπηγγείλατο. Καῖσαρ δὲ τὸν μὲν Τουρούλλιον ἀπέκτεινε (καὶ ἔτυχε γὰρ ἐκ τῆς ἐν Κῷ τοῦ Ἀσκληπιοῦ ὕλης ξύλα ἐς ναυτικὸν κεκοφώς, δίκην τινὰ καὶ τῷ θεῷ, ὅτι ἐκεῖ ἐδικαιώθη, δοῦναι ἔδοξἐ, τῷ δʼ Ἀντωνίῳ οὐδὲν οὐδὲ τότε
ἀπεκρίνατο. τρίτην τε οὖν πρεσβείαν ἔστειλε, καὶ τὸν υἱὸν τὸν Ἄντυλλον μετὰ χρυσίου πολλοῦ αὐτῷ ἔπεμψεν· ὁ δὲ τὰ μὲν χρήματα ἔλαβεν, ἐκεῖνον δὲ διὰ κενῆς ἀνταπέστειλε, μηδεμίαν ἀπόκρισιν δούς. τῇ μέντοι Κλεοπάτρᾳ πολλά, ὥσπερ τὸ πρῶτον, οὕτω καὶ τὸ δεύτερον τό τε
τρίτον καὶ ἐπηπείλησε καὶ ὑπέσχετο. φοβηθεὶς δʼ οὖν καὶ ὣς μή πως ἀπογνόντες συγγνώμης παρʼ αὐτοῦ τεύξεσθαι διακαρτερήσωσι, καὶ ἤτοι καὶ καθʼ ἑαυτοὺς περιγένωνται, ἢ καὶ ἐς τὴν Ἰβηρίαν τήν τε Γαλατίαν ἀπάρωσιν, ἢ καὶ τὰ χρήματα,
ἃ παμπληθῆ ἤκουεν εἶναι, φθείρωσιν (ἡ γὰρ Κλεοπάτρα πάντα τε αὐτὰ ἐς τὸ μνημεῖον, ὃ ἐν τῷ βασιλείῳ κατεσκεύαζεν, ἠθροίκει, καὶ πάντα, ἄν γέ τινος καὶ ἐλαχίστου διαμάρτῃ, κατακαύσειν μεθʼ ἑαυτῆς ἠπείλεἰ, Θύρσον ἐξελεύθερον ἑαυτοῦ ἔπεμψεν ἄλλα τε πολλὰ καὶ φιλάνθρωπα αὐτῇ
ἐροῦντα, καὶ ὅτι καὶ ἐρῶν αὐτῆς τυγχάνει, εἴ πως ἔκ γε τούτου, οἷα ἀξιοῦσα πρὸς πάντων ἀνθρώπων ἐρᾶσθαι, τόν τε Ἀντώνιον ἀναχρήσαιτο καὶ ἑαυτὴν τά τε χρήματα ἀκέραια τηρήσειε. καὶ ἔσχεν οὕτως.
πρὶν δὲ δὴ dh\ Leuncl., h)/dh *wM. ταῦτα γίγνεσθαι, μαθὼν ὁ Ἀντώνιος ὅτι Κορνήλιος Γάλλος τό τε τοῦ Σκάρπου στράτευμα παρείληφε καὶ μετʼ αὐτῶν τὸ Παραιτόνιον ἐξαίφνης παρελθὼν κατέσχηκεν, ἐς μὲν τὴν Συρίαν, καίτοι βουληθεὶς κατὰ τὴν τῶν μονομάχων μετάπεμψιν ὁρμῆσαι, οὐκ ἐπορεύθη,
ἐπὶ δὲ ἐκεῖνον ἐχώρησεν ὡς μάλιστα μὲν ἀκονιτὶ τοὺς στρατιώτας προσθησόμενος (ἦσαν γὰρ εὔνοιάν τινα αὐτοῦ ἐκ τῆς συστρατείας ἔχοντεσʼ, εἰ δὲ μή, βίᾳ γε χειρωσόμενος ἅτε καὶ δύναμιν πολλὴν καὶ ναυτικὴν καὶ πεζὴν ἐπαγόμενος.
οὐ μέντοι οὐδὲ ou)de\ Bk., ou)/te *wM. διαλεχθῆναί τι αὐτοῖς ἠδυνήθη, καίπερ πρός τε τὸ τεῖχος προσελθὼν καὶ γεγωνὸν βοήσας· ὁ γὰρ Γάλλος τοὺς σαλπικτὰς salpikta\s M, salpigkta\s V. συνηχεῖν κελεύσας οὐδὲν οὐδενὶ ἐσακοῦσαι ἐπέτρεψε. καὶ προσέτι καὶ ἐπεκδρομῇ αἰφνιδίῳ ἔπταισε, καὶ μετὰ τοῦτο καὶ ταῖς ναυσὶν ἐσφάλη.
ἁλύσεις γάρ τινας ὑφύδρους νύκτωρ διὰ τοῦ στόματος τοῦ λιμένος ὁ Γάλλος διατείνας οὐδεμίαν αὐτοῦ φανερὰν φυλακὴν ἐποιήσατο, ἀλλὰ καὶ πάνυ ἀδεῶς εἴσω μετὰ καταφρονήματος ἐσπλέοντάς σφας περιεῖδεν· ἐπεὶ μέντοι ἔνδον ἐγένοντο, τάς τε ἁλύσεις μηχαναῖς ἀνέσπασε, καὶ πανταχόθεν ἅμα τὰς ναῦς αὐτῶν ἔκ τε τῆς γῆς καὶ ἐκ τῶν οἰκιῶν τῆς τε θαλάσσης περισχὼν
τὰς μὲν κατέπρησε τὰς δὲ κατεπόντωσε. κἀν τούτῳ καὶ τὸ Πηλούσιον ὁ Καῖσαρ, λόγῳ μὲν κατὰ τὸ ἰσχυρὸν ἔργῳ δὲ προδοθὲν ὑπὸ τῆς Κλεοπάτρας, ἔλαβεν. ἐκείνη γὰρ ὡς οὔτε τις ἐβοήθησέ σφισι καὶ τὸν Καίσαρα ἀνανταγώνιστον ὄντα ἤσθετο, τό τε μέγιστον ἀκούσασα τοὺς διὰ τοῦ Θύρσου πεμφθέντας οἱ λόγους, ἐπίστευσεν ὄντως ἐρᾶσθαι, πρῶτον μὲν ὅτι καὶ ἐβούλετο, ἔπειτα δὲ ὅτι καὶ τὸν πατέρα αὐτοῦ τόν τε
Ἀντώνιον ὁμοίως ἐδεδούλωτο. κἀκ τούτου οὐχ ὅπως τήν τε ἄδειαν καὶ τὴν τῶν Αἰγυπτίων βασιλείαν, ἀλλὰ καὶ τὸ τῶν Ῥωμαίων κράτος ἕξειν προσεδόκησε, τό τε Πηλούσιον εὐθὺς αὐτῷ προήκατο, καὶ μετὰ τοῦτο προσελαύνοντι πρὸς τὴν πόλιν ἐκώλυσε τοὺς Ἀλεξανδρέας λάθρᾳ ἐπεξελθεῖν, ἐπεὶ ὅσον γε ἀπὸ βοῆς καὶ πάνυ σφᾶς προετρέψατο τοῦτο ποιῆσαι.
ὁ δʼ οὖν Ἀντώνιος ἐκ τοῦ Παραιτονίου πρὸς τὴν περὶ τοῦ Πελουσίου πύστιν ἐπανελθὼν προαπήντησε πρὸ τῆς Ἀλεξανδρείας τῷ Καίσαρι, καὶ αὐτὸν κεκμηκότα ἐκ τῆς πορείας ὑπολαβὼν τοῖς
ἱππεῦσιν ἐνίκησεν. ἀναθαρσήσας τε ἔκ τε τούτου καὶ ὅτι βιβλία ἐς τὸ στρατόπεδον αὐτοῦ τοξεύμασιν ἐσέπεμψε πεντακοσίας σφίσι καὶ χιλίας δραχμὰς ὑπισχνούμενος, συνέβαλε καὶ τῷ πεζῷ
καὶ ἡττήθη· ὁ γὰρ Καῖσαρ αὐτὸς τὰ βιβλία ἐθελοντὴς τοῖς στρατιώταις ἀνέγνω, τόν τε Ἀντώνιον διαβάλλων καὶ ἐκείνους ἔς τε τὴν τῆς προδοσίας αἰσχύνην καὶ ἐς τὴν ὑπὲρ ἑαυτοῦ προθυμίαν ἀντικαθιστάς, ὥστε καὶ διὰ τοῦτο αὐτοὺς τῇ τε τῆς πείρας ἀγανακτήσει καὶ τῇ τοῦ μὴ ἐθελοκακεῖν
δόξαι ἐνδείξει σπουδάσαι. καὶ ὁ μὲν ἐπειδὴ παρὰ δόξαν ἠλαττώθη, πρός τε τὸ ναυτικὸν ἀπέκλινε, καὶ παρεσκευάζετο ὡς καὶ ναυμαχήσων ἢ πάντως γε ἐς τὴν Ἰβηρίαν πλευσούμενος· ἰδοῦσα δὲ τοῦθʼ ἡ Κλεοπάτρα τάς τε ναῦς αὐτομολῆσαι
ἐποίησε, καὶ αὐτὴ ἐς τὸ ἠρίον ἐξαίφνης ἐσεπήδησε, λόγῳ μὲν ὡς τὸν Καίσαρα φοβουμένη καὶ προδιαφθεῖραι τρόπον τινὰ ἑαυτὴν βουλομένη, ἔργῳ δὲ καὶ τὸν Ἀντώνιον ἐκεῖσε ἐσελθεῖν προκαλουμένη· ὑπετόπει μὲν γὰρ προδίδοσθαι, οὐ μέντοι καὶ ἐπίστευεν ὑπὸ τοῦ ἔρωτος, ἀλλὰ καὶ μᾶλλον
ὡς εἰπεῖν ἐκείνην ἢ ἑαυτὸν e(auto\n M, e(auth\n V. ἠλέει. ὅπερ που ἡ Κλεοπάτρα ἀκριβῶς εἰδυῖα ἤλπισεν h)/lpisen M, h)/lpizen V. ὅτι, ἂν πύθηται αὐτὴν τετελευτηκυῖαν, οὐκ ἐπιβιώσεται ἀλλὰ παραχρῆμα ἀποθανεῖται. καὶ διὰ τοῦτο ἔς τε τὸ μνημεῖον σύν τε εὐνούχῳ τινὶ καὶ σὺν θεραπαίναις δύο ἐσέδραμε, καὶ ἐκεῖθεν ἀγγελίαν αὐτῷ
ὡς καὶ ἀπολωλυῖα ἔπεμψε. καὶ ὃς ἀκούσας τοῦτο οὐκ ἐμέλλησεν, ἀλλʼ ἐπαποθανεῖν αὐτῇ ἐπεθύμησε. καὶ τὸ μὲν πρῶτον τῶν παρόντων τινὸς ἐδεήθη ἵνα αὐτὸν ἀποκτείνῃ· ἐπεὶ δὲ ἐκεῖνος σπασάμενος τὸ ξίφος ἑαυτὸν κατειργάσατο, ζηλῶσαί τε αὐτὸν ἠθέλησε καὶ ἑαυτὸν ἔτρωσεν, καὶ ἔπεσέ τε ἐπὶ στόμα καὶ δόξαν τοῖς παροῦσιν ὡς καὶ τεθνηκὼς
παρέσχε. θορύβου τε ἐπὶ τούτῳ γενομένου ᾔσθετό τε ἡ Κλεοπάτρα καὶ ὑπερέκυψεν ὑπὲρ τοῦ μνημείου· αἱ μὲν γὰρ θύραι αὐτοῦ συγκλεισθεῖσαι ἅπαξ οὐκέτʼ ἀνοιχθῆναι ἐκ μηχανήματός τινος ἐδύναντο, τὰ δʼ ἄνω πρὸς τῇ ὀροφῇ οὐδέπω παντελῶς
ἐξείργαστο. ἐντεῦθεν οὖν ὑπερκύψασαν αὐτὴν ἰδόντες τινὲς ἀνεβόησαν ὥστε καὶ τὸν Ἀντώνιον ἐσακοῦσαι· καὶ ὃς μαθὼν ὅτι περίεστιν, ἐξανέστη μὲν ὡς καὶ ζῆσαι δυνάμενος, προχυθέντος δʼ αὐτῷ πολλοῦ αἵματος ἀπέγνω τε τὴν σωτηρίαν, καὶ ἱκέτευσε τοὺς παρόντας ὅπως πρός τε τὸ μνῆμα αὐτὸν κομίσωσι καὶ διὰ τῶν σχοινίων τῶν πρὸς τὴν ἀνολκὴν τῶν λίθων κρεμαμένων ἀνιμήσωσι. καὶ ὁ μὲν ἐνταῦθα οὕτω καὶ ἐν τοῖς τῆς Κλεοπάτρας
κόλποις ἐναπέθανεν, ἐκείνη δὲ ἐθάρσησε μέν πως τὸν Καίσαρα, καὶ εὐθὺς αὐτῷ τὸ γεγονὸς ἐδήλωσεν, οὐ μὴν καὶ πάνυ ἐπίστευε μηδὲν κακὸν πείσεσθαι. κατεῖχεν οὖν ἑαυτὴν ἔνδον, ἵνʼ εἰ καὶ διὰ μηδὲν ἄλλο σωθείη, τῷ γε φόβῳ τῶν χρημάτων καὶ τὴν ἄδειαν καὶ τὴν βασιλείαν ἐκπρίηται.