Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 51

7.3 ἐχρήσαντο καὶ ἀνδρειότατα ἠγωνίσαντο. οὗτοι γὰρ ἐν Κυζίκῳ πρὸς τοὺς ἐπινικίους ἀγῶνας, οὓς ἐπὶ τῷ Καίσαρι ἄξειν ἤλπιζον, ἀσκούμενοι, τότε ἐπειδὴ τάχιστα τῶν γεγονότων ᾔσθοντο, ὥρμησαν
7.4 ἐς τὴν Αἴγυπτον ὡς καὶ βοηθήσοντες αὐτοῖς, καὶ πολλὰ μὲν τὸν Ἀμύνταν ἐν τῇ Γαλατίᾳ πολλὰ δὲ καὶ τοὺς τοῦ Ταρκονδιμότου παῖδας ἐν τῇ Κιλικίᾳ, φίλους μέν σφισιν ἐς τὰ μάλιστα γενομένους, τότε δὲ πρὸς τὰ παρόντα μεταστάντας, πολλὰ δὲ καὶ τὸν Δίδιον κωλύοντά σφας τῆς διόδου ἔδρασαν.
7.5 οὐ μέντοι καὶ διαπεσεῖν ἐς τὴν Αἴγυπτον ἠδυνήθησαν, ἀλλʼ ἐπειδὴ πανταχόθεν περιεστοιχίσθησαν, λόγον μὲν οὐδʼ ὣς οὐδένα, καίτοι τοῦ Διδίου συχνά σφισιν ὑπισχνουμένου, προσεδέξαντο, τὸν δὲ Ἀντώνιον μεταπέμψαντες ὡς καὶ ἐν τῇ Συρίᾳ ἄμεινον μετʼ αὐτοῦ πολεμήσοντες,
7.6 ἔπειτʼ ἐπειδὴ ἐκεῖνος μήτʼ αὐτὸς ἦλθε μήτʼ ἀγγελίαν τινὰ αὐτοῖς ἔπεμψεν, οὕτω δὴ νομίσαντες αὐτὸν ἀπολωλέναι καὶ ἄκοντες ὡμολόγησαν ἐπὶ τῷ μηδέποτε μονομαχῆσαι, καὶ τήν γε Δάφνην παρὰ τοῦ Διδίου, τὸ τῶν Ἀντιοχέων προάστειον, ἐνοικεῖν μέχρις ἂν τῷ Καίσαρι ταῦτα δηλωθῇ ἔλαβον.
7.7 καὶ οἱ μὲν ὑπὸ τοῦ Μεσσάλου ὕστερον ἀπατηθέντες ἐπέμφθησαν ἄλλος ἄλλοσε ὡς καὶ ἐς τὰ στρατόπεδα καταλεχθησόμενοι, καὶ ἐκ τρόπου δή
8.1 τινος ἐπιτηδείου ἐφθάρησαν· Ἀντώνιος δὲ καὶ Κλεοπάτρα ἀκούσαντες τῶν πρέσβεων τὰ παρὰ τοῦ Καίσαρός σφισιν ἐπισταλέντα, ἔπεμψαν αὖθις, ἡ μὲν χρήματα αὐτῷ πολλὰ δώσειν ὑπισχνουμένη, ὁ δὲ τῆς τε φιλίας καὶ τῆς συγγενείας αὐτὸν ἀναμιμνήσκων, καὶ προσέτι καὶ περὶ τῆς συνουσίας τῆς πρὸς τὴν Αἰγυπτίαν ἀπολογούμενος, ὅσα τε συνηράσθησάν ποτε καὶ ὅσα

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi