Kitap 51
arg.
τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ πρώτῳ τῶν Δίωνος Ῥωμαϊκῶν
arg.
α. ὡς Καῖσαρ νικήσας περὶ Ἄκτιον τὰ παρόντα διέθετο.
arg.
β. περὶ Ἀντωνίου καὶ Κλεοπάτρας καὶ ὧν ἔπραξαν μετὰ τὴν ἧτταν.
arg.
γ. ὡς Ἀντώνιος ἡττηθεὶς ἐν Αἰγύπτῳ ἑαυτὸν ἀπέκτεινεν.
arg.
δ. ὡς Καῖσαρ Αἴγυπτον ἐχειρώσατο.
arg.
ε. ὡς Καῖσαρ ἐς Ῥώμην ἦλθε καὶ τὰ ἐπινίκια ἤγαγεν.
arg.
ζ. ὡς τὸ βουλευτήριον τὸ Ἰούλιον καθιερώθη.
arg.
η. ὡς Μυσία ἑάλω. χρόνου πλῆθος τὰ λοιπὰ τῆς Καίσαρος τὸ γ καὶ Μ. Οὐαλερίου Κορουίνου Μεσσάλου ὑπατείας καὶ ἄλλα ἔτη δύο ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
arg.
Καῖσαρ τὸ δ
arg.
μ. Λικίννιος Μ. υἱ. Κράσσος *kra/ssos supplied by H. Steph. ὕπ.
arg.
Καῖσαρ τὸ ε
arg.
Σέξτος Ἀπουλέιος *)apoule/ios Cary, a)poulh/ios M, a)pouilios V. Σέξτου υἱ. ὕπ. u(/p. Supplied by Bs.
1.1
τοιαύτη τις ἡ ναυμαχία αὐτῶν τῇ δευτέρᾳ τοῦ Σεπτεμβρίου ἐγένετο. τοῦτο δὲ οὐκ ἄλλως εἶπον (οὐδὲ γὰρ εἴωθα αὐτὸ ποιεῖνʼ ἀλλʼ ὅτι τότε πρῶτον ὁ Καῖσαρ τὸ κράτος πᾶν μόνος ἔσχεν,
1.2
ὥστε καὶ τὴν ἀπαρίθμησιν τῶν τῆς μοναρχίας αὐτοῦ ἐτῶν ἀπʼ ἐκείνης τῆς ἡμέρας ἀκριβοῦσθαι. καὶ ἐπʼ αὐτῇ τῷ τε Ἀπόλλωνι τῷ Ἀκτίῳ τριήρη τε καὶ τετρήρη, τά τε ἄλλα τὰ ἑξῆς μέχρι δεκήρους, ἐκ τῶν αἰχμαλώτων νεῶν ἀνέθηκε, καὶ ναὸν μείζω ᾠκοδόμησεν, ἀγῶνά τέ τινα καὶ γυμνικὸν καὶ μουσικῆς ἱπποδρομίας τε πεντετηρικὸν ἱερόν (οὕτω γὰρ τοὺς τὴν σίτησιν ἔχοντας ὀνομάζουσἰ κατέδειξεν, Ἄκτια αὐτὸν προσαγορεύσας.