Kitap 50
ὥστʼ ἀμφοτέρων αὐτῶν κρατῆσαν πρὸς δὲ δὴ γυναῖκα πᾶσι τοῖς ὑμετέροις ἐπιβουλεύουσαν, καὶ πρὸς τὸν ἄνδρα αὐτῆς τὸν τὰ ὑμέτερα τοῖς ἐκείνης παισὶ διαδεδωκότα, καὶ πρὸς τοὺς καλοὺς αὐτῶν ἑταίρους καὶ τραπεζεῖς, οὓς καὶ αὐτοὶ ἐκεῖνοι κοπρίας ἀποκαλοῦσιν, ἧττόν τι
προθυμηθήσεσθε; διὰ τί; διὰ τὸ πλῆθος αὐτῶν; ἀλλʼ οὐδὲν πλῆθος σωμάτων ἀρετῆς κρατεῖ. διὰ τὸ γένος; ἀλλʼ ἀχθοφορεῖν μᾶλλον ἢ πολεμεῖν μεμελετήκασι. διὰ τὴν ἐμπειρίαν; ἀλλʼ ἐρέττειν μᾶλλον ἢ ναυμαχεῖν ἴσασιν. ἐγὼ μὲν καὶ αἰσχύνομαι ὅτι πρὸς τοιούτους ἀνθρώπους ἀγωνίζεσθαι μέλλομεν, ὧν καὶ κρατήσαντες οὐκ εὐδοκιμήσομεν καὶ ἡττηθέντες ἀσχημονήσομεν.
μὴ γάρ που τὸ μέγεθος τῶν σκαφῶν αὐτῶν ἢ τὸ πάχος τῶν ξύλων ἀντίπαλον ταῖς ἀρεταῖς ἡμῶν h(mw=n Bk., u(mw=n *wM. εἶναι νομίζετε. ποία μὲν γὰρ ναῦς αὐτὴ καθʼ ἑαυτὴν ἢ ἔτρωσέ τινα ἢ ἀπέκτεινε; πῶς δʼ οὐ καὶ ὑπʼ αὐτοῦ τοῦ τε ὕψους καὶ τοῦ πάχους καὶ δυσκινητότεραι ἔσονται τοῖς ἐλαύνουσιν αὐτὰς
καὶ ἀπειθέστεραι τοῖς κυβερνῶσι; τί δʼ ἂν ὄφελος τοῖς ἀπʼ αὐτῶν μαχομένοις γένοιτο μήτε διεκπλεῖν μήτε περιπλεῖν, ἅπερ που ναυμαχίας ἔργα ἐστί, δυναμένοις; οὐ γάρ που πεζομαχεῖν ἡμῖν h(mi=n H. Steph., u(mi=n *wM. ἐν τῇ θαλάττῃ μέλλουσιν, οὐδʼ αὖ ὥσπερ ἐν τείχεσί τισι κατακεκλειμένοι katakekleime/noi Dind., katakekleisme/noi *wM. πολιορκηθῆναι παρεσκευάδαται, pareskeua/datai M, paraskeua/datai V.
ἐπεὶ τοῦτό γε καὶ πάνυ πρὸς ἡμῶν pro\s h(mw=n Rk., prosh=kon *wM. ἂν εἴη, λέγω δὲ τὸ πρὸς ξύλινα παραφράγματα προσμῖξαι. ἄν τε γὰρ ἐν τῷ αὐτῷ καθάπερ ἐμπεπηγυῖαι αἱ νῆες αὐτῶν μένωσιν, ἐξέσται μὲν ἡμῖν τοῖς toi=s M, tai=s V. ἐμβόλοις αὐτὰς au)ta\s R. Steph., au)tai=s *wM. ἀναρρηγνύναι, ἐξέσται δὲ καὶ μηχαναῖς πόρρωθεν τιτρώσκειν, ἐξέσται δὲ καὶ
πυρφόροις βέλεσι καταπιμπράναι· ἄν τε καὶ κινηθῆναί πῃ τολμήσωσιν, οὔτʼ ἂν διώκουσαί τινα καταλάβοιεν οὔτʼ ἂν τραπεῖσαι ἐκφύγοιεν, ἀργόταται μὲν ὑπὸ τῆς βαρύτητος ἐς τὸ δρᾶσαί τι, ἑτοιμόταται δὲ ὑπὸ τοῦ μεγέθους ἐς τὸ παθεῖν οὖσαι.
καὶ τί δεῖ πλείω λέγοντα περὶ αὐτῶν διατρίβειν, ὁπότε πολλάκις ἤδη πειραθέντες σφῶν, καὶ περὶ Λευκάδα καὶ ἐνταῦθα πρῴην, οὐχ ὅσον οὐκ ἠλαττώθημεν αὐτῶν, ἀλλὰ καὶ πανταχοῦ κρείττους ἐγενόμεθα; ὥστε μὴ τοῖς ἐμοῖς e)moi=s M, au)toi=s V. λόγοις μᾶλλον ἢ τοῖς ὑμετέροις αὐτῶν ἔργοις ἐπιρρωσθέντες ἐπιθυμήσατε παντὶ ἤδη τῷ πολέμῳ τέλος ἐπιθεῖναι.
εὖ γὰρ ἴστε τοῦθʼ, ὅτι ἂν καὶ τήμερον αὐτοὺς νικήσωμεν, οὐδὲν ἔτι πρᾶγμα ἕξομεν. ἄλλως τε γὰρ φύσει πᾶν τὸ ἀνθρώπειον, ὅταν ἐν τοῖς πρώτοις ἀγῶσι σφαλῇ, καὶ πρὸς τὰ λοιπὰ ἀθυμότερον γίγνεται· καὶ ἡμεῖς ἀναμφιλόγως ἐν τῇ γῇ ἀμείνους αὐτῶν ἐσμεν, ὥστε κἂν ἀκεραίων σφῶν
ὄντων κρατῆσαι. καὶ ταῦθʼ οὕτω καὶ αὐτοὶ ἐκεῖνοι ἴσασιν ὥστε (οὐ γὰρ ἀποκρύψομαι ὑμᾶς ὅσα ἀκήκοἀ ἀθυμεῖν τε ἐπὶ τοῖς ἤδη γεγονόσι καὶ ἀπογιγνώσκειν κατὰ χώραν μένοντας σωθήσεσθαι, καὶ διὰ ταῦτα διαδρᾶναί τέ πῃ ἐπιχειρεῖν, καὶ τὸν ἔκπλουν τοῦτον οὐχ ὡς ἐπὶ ναυμαχίαν ἀλλʼ ὡς ἐς
φυγὴν ποιεῖσθαι. καὶ τά γε ἄριστα καὶ τιμιώτατα τῶν ὑπαρχόντων αὐτοῖς κτημάτων ἐς τὰς ναῦς ἐντέθεινται, ἵνα, ἂν δυνηθῶσι, μετʼ αὐτῶν διαφύγωσιν. ὡς οὖν καὶ ὁμολογοῦντας αὐτοὺς ἀσθενεστέρους ἡμῶν εἶναι, καὶ τὰ ἆθλα τῆς νίκης ἐν ταῖς ναυσὶ φέροντας, μὴ περιίδωμεν ἄλλοσέ ποι πλεύσαντας, pleu/santas Pflugk, pleu/sontas *wM. ἀλλὰ αὐτοῦ ταύτῃ κρατήσαντες πάντα αὐτὰ ἀφελώμεθα.”
τοιαῦτα δὲ καὶ ὁ Καῖσαρ εἶπε. καὶ μετὰ τοῦτο ἐβουλεύσατο μὲν παρεξεῖναι αὐτούς, ὅπως φεύγουσί σφισι κατὰ νώτου ἐπίθηται (αὐτός τε γὰρ ταχυναυτῶν διὰ βραχέος σφᾶς αἱρήσειν ἤλπισε, καὶ ἐκείνων ἐκδήλων ὅτι ἐκδρᾶναί πῃ ἐπιχειροῦσι γενομένων ἀμαχεὶ τοὺς λοιποὺς ἐκ τούτου προσάξεσθαι
προσεδόκησενʼ, κωλυθεὶς δὲ ὑπὸ τοῦ Ἀγρίππου φοβηθέντος μὴ ὑστερήσωσιν αὐτῶν au)tw=n R Steph., au)to\n *wM. ἱστίοις χρήσεσθαι μελλόντων, καί τι καὶ θαρσήσας ὡς οὐ χαλεπῶς κρατήσων ὅτι ὑετός τε ἐν τούτῳ λάβρος καὶ ζάλη πολλὴ ἔς τε τὸ τοῦ Ἀντωνίου ναυτικὸν μόνον ἐσέπεσε καὶ πᾶν αὐτὸ
συνετάραξε, τούτου tou/tou Xyl., tou=to *wM. μὲν ἐπέσχε, παμπόλλους δὲ καὶ αὐτὸς πεζοὺς ἐπὶ τὰς ναῦς ἐπιβιβάσας, καὶ πάντας τοὺς ἑταίρους ἐς ὑπηρετικὰ ἐμβαλών, ὅπως ἐν τάχει περιπλέοντες τοῖς τε ναυμαχοῦσι τὰ δέοντα παραινέσωσι καὶ ἑαυτῷ τὰ προσήκοντα
διαγγέλλωσι, τὸν ἔκπλουν σφῶν ἐπετήρει. καὶ αὐτῶν ἀναχθέντων τε ὑπὸ σάλπιγγος, καὶ πυκναῖς ταῖς ναυσὶν ὀλίγον ἔξω τῶν στενῶν παραταξαμένων καὶ μηδαμῇ πρϊόντων, ὥρμησε μὲν ὡς καὶ ἑστῶσί σφισι προσμίξων ἢ καὶ ἀναχωρῆσαί σφας ποιήσων· ἐπεὶ δʼ οὔτʼ ἀντεξώρμησαν οὔτʼ ἀνέστρεψαν, ἀλλὰ κατὰ χώραν ἔμενον καὶ προσέτι
καὶ ἰσχυρῶς τῇ συντάξει ἐπεπύκνωντο, ἐν ἀπόρῳ τε ἔσχετο, καὶ τὰς κώπας ἐς τὸ ὕδωρ τοῖς ναύταις καθεῖναι κελεύσας ἀνέσχε χρόνον τινά, καὶ μετὰ τοῦτο τὰ κέρατα ἐξαίφνης ἀμφότερα ἀπὸ σημείου ἐπεξαγαγὼν ἐπέκαμψεν, ἐλπίσας μάλιστα μὲν περιστοιχιεῖσθαί σφας, εἰ δὲ μή, τὴν γοῦν τάξιν
αὐτῶν διαλύσειν. ὁ οὖν Ἀντώνιος φοβηθεὶς τήν τε ἐπίκαμψιν αὐτοῦ καὶ τὴν περίσχεσιν ἀντεπεξηγάγετο ὅσον ἐδύνατο, καὶ ἐς χεῖράς οἱ καὶ ἄκων ἦλθε.
καὶ οὕτω συμπεσόντες ἐναυμάχησαν, πολλὰ μὲν παρακελεύσματα parakeleu/smata Dind., parakeleu/mata *wM. ἐν ἑαυτοῖς ἑκάτεροι καὶ τῆς τέχνης καὶ τῆς προθυμίας ποιούμενοι, πολλὰ δὲ καὶ κελεύματα παρὰ τῶν ἐκ τῆς ἠπείρου σφίσιν
ἐπιβοώντων ἐσακούοντες. ἠγωνίζοντο δὲ οὐχ ὁμοιοτρόπως, ἀλλʼ οἱ μὲν me\n M, me\n u(po\ V. τοῦ Καίσαρος, ἅτε καὶ μικροτέρας καὶ ταχυτέρας τὰς ναῦς ἔχοντες, ῥοθίῳ τε ἐχρῶντο καὶ ἐνέβαλλον πεφραγμένοι πάντῃ τοῦ μὴ τιτρώσκεσθαι· καὶ εἰ μὲν κατέδυσάν τινα, εἰ
δὲ μή, ἀνεκρούοντο πρὶν ἐς χεῖρας ἐλθεῖν, καὶ ἤτοι τοῖς αὐτοῖς αὖθις ἐξαίφνης ἐνέβαλλον, ἢ τοὺς μὲν εἴων ἐπʼ ἄλλους δὲ ἐτρέποντο, καί τι καὶ τούτους tou/tous *w Xiph., tou/tou M. ὡς διὰ βραχέος ἐργασάμενοι πρὸς ἄλλους καὶ πάλιν μάλα ἄλλους ἐχώρουν, ὅπως ὡς μάλιστα
ἀπροσδοκήτοις τισὶ προσφέρωνται. οἷα γὰρ φοβούμενοι μὲν τὴν ἐκ πολλοῦ αὐτῶν ἀλκὴν φοβούμενοι δὲ καὶ τὴν ἐν χερσὶ μάχην, οὔτε ἐν τῷ πρόσπλῳ οὔτε ἐν τῇ συμμίξει ἐνεχρόνιζον, ἀλλʼ ὑποδραμόντες αἰφνίδιον ai)fni/dion St., a)naifni/dion *wM. ὥστε τὴν τοξείαν σφῶν φθῆναι, καὶ τρώσαντές τινα ἢ καὶ συνταράξαντες μόνον ὥστε τὴν κάθεξιν ἐκφυγεῖν, ἀνεχώρουν ἔξω
βέλους. οἱ δʼ ἕτεροι τούς τε προσπλέοντάς σφισι πολλοῖς καὶ πυκνοῖς καὶ λίθοις καὶ τοξεύμασιν ἔβαλλον, καὶ ἐς τοὺς προσμιγνύντας prosmignu/ntas Dind., prosmignu/ontas *wM Xiph. χεῖρας σιδηρᾶς
ἐπερρίπτουν. καὶ εἰ μὲν ἐπιτύχοιεν αὐτῶν, κρείττους ἐγίγνοντο, εἰ δʼ ἁμάρτοιεν, τρωθέντων ἄν σφισι τῶν σκαφῶν ἐβαπτίζοντο, ἢ καὶ περὶ τὸ μὴ to\ mh\ M Xiph., me\n to\ V. παθεῖν τοῦτο ἀποδιατρίβοντες εὐεπιθετώτεροι ἄλλοις a)/llois M Xiph., a)llh/lois V. τισὶν ἐγίγνοντο· δύο τε γὰρ ἢ καὶ τρεῖς ἅμα τῇ αὐτῇ νηὶ προσπίπτουσαι αἱ μὲν ἔδρων ὅσα
ἐδύναντο, αἱ δὲ ἔπασχον. ἐπονοῦντο δὲ καὶ ἔκαμνον τοῖς μὲν οἵ τε κυβερνῆται καὶ οἱ ἐρέται μάλιστα, τοῖς δὲ οἱ ἐπιβάται· καὶ ἐῴκεσαν οἱ μὲν ἱππεῦσι τοτὲ μὲν ἐπελαύνουσι τοτὲ δὲ ἐξαναχωροῦσι διὰ τὸ τούς τε ἐπίπλους καὶ τὰς ἀνακρούσεις ἐπʼ αὐτοῖς εἶναι, οἱ δὲ ὁπλίταις τούς τε πλησιάζοντάς σφισι φυλασσομένοις καὶ κατέχειν αὐτοὺς
ὅτι μάλιστα πειρωμένοις. κἀκ τούτου ἐπλεονέκτουν τε ἀλλήλων, οἱ μὲν ἔς τε τοὺς ταρσοὺς τῶν νεῶν ὑποπίπτοντες καὶ τὰς κώπας συναράσσοντες, οἱ δὲ ἄνωθεν αὐτοὺς καὶ πέτραις καὶ μηχανήμασι βαπτίζοντες· καὶ ἠλαττοῦντο αὖ οἱ μὲν ὅτι τοὺς tou\s Bk., tou\s me\n *wM. προσιόντας σφίσιν οὐδὲν κακουργεῖν ἐδύναντο, οἱ δὲ ὅτι, εἰ μὴ καὶ mh\ kai\ Reim., kai\ mh\ *wM. κατέδυσάν τινας ἐμβαλόντες, οὐκέτʼ ἐξ ἴσου σφίσιν ἐν τῇ συνέρξει ἠγωνίζοντο.
ἀγχωμάλου οὖν ἐπὶ πολὺ τῆς ναυμαχίας naumaxi/as M, maxi/as V. οὔσης καὶ μηδετέρων ὑπερέχειν πῃ δυναμένων τέλος τοιόνδε τι ἐγένετο. ἡ Κλεοπάτρα κατόπιν τῶν μαχομένων ἀποσαλεύουσα οὐκ ἤνεγκε τὴν πολλὴν
καὶ ἄκριτον τοῦ ἀδήλου μέλλησιν, ἀλλʼ ἀποκναισθεῖσα, ἀπό τε τοῦ γυναικείου καὶ ἀπὸ τοῦ Αἰγυπτίου, τῇ τε ἐπὶ πολὺ μετεώρῳ ἀγωνίᾳ καὶ τῇ ἀεὶ ἐφʼ ἑκάτερα περιδεεῖ προσδοκίᾳ αὐτή τε ἐς φυγὴν ἐξαπιναίως ὥρμησε καὶ τοῖς ἄλλοις τοῖς ὑπηκόοις
σημεῖον ἦρε. καὶ οὕτω τά τε ἱστία αὐτῶν εὐθὺς ἀραμένων καὶ ἐς τὸ πέλαγος ἀφέντων, ἀνέμου τινὸς κατὰ τύχην φοροῦ συμβάντος, νομίσας ὁ Ἀντώνιος οὐχ ὑπὸ τῆς Κλεοπάτρας αὐτοὺς ἐκ παραγγέλσεως ἀλλʼ ὑπὸ δέους ὡς καὶ νενικημένους
φεύγειν ἐφέσπετό σφισι. γενομένου δὲ τούτου καὶ οἱ λοιποὶ στρατιῶται καὶ ἠθύμησαν καὶ ἐταράχθησαν, καὶ προσαποδρᾶναι prosapodra=nai Rk., pws a)podra=nai *wM. καὶ αὐτοὶ τρόπον τινὰ ἐθελήσαντες οἱ μὲν τὰ ἱστία ᾖρον, h)=|ron Polak, h)/geiron *wM. οἱ δὲ τούς τε πύργους καὶ τὰ ἔπιπλα ἐς τὴν θάλασσαν
ἐρρίπτουν, ὅπως κουφίσαντες διαφύγωσι. καὶ αὐτοῖς περὶ ταῦτα ἔχουσιν οἱ ἐναντίοι προσπεσόντες (τοὺς γὰρ φεύγοντας, ἅτε καὶ ἄνευ ἱστίων ὄντες καὶ πρὸς τὴν ναυμαχίαν μόνην παρεσκευασμένοι, οὐκ ἐπεδίωξανʼ πολλοὶ polloi\ Bk., polloi/ te *wM. ἑκάστῃ νηὶ καὶ ἕκαθεν καὶ ἐν χρῷ ἐμαχέσαντο, ὥστε καὶ ποικιλώτατον καὶ ὀξύτατον ἀπʼ ἀμφοτέρων ὁμοίως τὸν ἀγῶνα
γενέσθαι. οἱ μὲν γὰρ τά τε κάτω τῶν νεῶν πάντα πέριξ ἐκακούργουν καὶ τὰς κώπας συνέθραυον τά τε πηδάλια ἀπήραττον, καὶ ἐπαναβαίνοντες ἐπὶ τὰ καταστρώματα τοὺς μὲν κατέσπων ἀντιλαμβανόμενοι a)ntilambano/menoi R. Steph., a)ntikatabano/menoi *wM. τοὺς δὲ ἐώθουν, τοῖς δὲ ἐμάχοντο ἅτε
καὶ ἰσοπληθεῖς αὐτοῖς ἤδη ὄντες· οἱ δὲ τοῖς τε κοντοῖς σφᾶς διεωθοῦντο diewqou=nto Bk., diwqou=nto *wM. καὶ ταῖς ἀξίναις ἔκοπτον, πέτρους τε καὶ ἄλλους τινὰς ὄγκους ἐπʼ αὐτὸ τοῦτο παρεσκευασμένους ἐπικατέβαλλον, καὶ τούς τε ἀναβαίνοντας ἀπεκρούοντο καὶ τοῖς ἐς χεῖρας
ἰοῦσι συνεφέροντο. εἴκασεν ἄν τις ἰδὼν τὰ γιγνόμενα, ὡς μικρὰ μεγάλοις ὁμοιῶσαι, τείχεσί τισιν ἢ καὶ νήσοις πολλαῖς καὶ πυκναῖς ἐκ θαλάσσης πολιορκουμέναις. οὕτως οἱ μὲν ἐπιβῆναί τε τῶν σκαφῶν ὥσπερ ἠπείρου h)pei/rou Bk., e)p' h)pei/rou *wM. καὶ ἐρύματός τινος ἐπειρῶντο, καὶ πάντα τὰ ἐς τοῦτο φέροντα σπουδῇ προσῆγον· οἱ δὲ ἀπεωθοῦντο αὐτούς, ὅ τι ποτὲ ἐν τῷ τοιούτῳ φιλεῖ δρᾶσθαι μηχανώμενοι.
ἀντιπάλως οὖν αὐτῶν μαχομένων ὁ Καῖσαρ ἀπορήσας ὅ τι πράξῃ, πῦρ ἐκ τοῦ στρατοπέδου μετεπέμψατο. πρότερον μὲν γὰρ οὐκ ἠθέλησεν αὐτῷ, ὅπως τὰ χρήματα περιποιήσηται, χρήσασθαι· τότε δὲ ἰδὼν ὅτι ἀδύνατόν οἱ εἴη ἄλλως πως κρατῆσαι, ἐπʼ ἐκεῖνο ὡς καὶ μόνον σφίσιν
ἐπικουρῆσον κατέφυγε. κἀνταῦθα ἄλλο a)/llo M, a)\n a)/llo V. αὖ εἶδος μάχης συνηνέχθη. οἱ μὲν γὰρ πολλαχῇ ἅμα προσπλέοντές τισι βέλη τε πυρφόρα ἐπʼ αὐτοὺς ἐξετόξευον καὶ λαμπάδας ἐκ χειρὸς ἐπηκόντιζον καί τινας καὶ χυτρίδας ἀνθράκων καὶ πίττης πλήρεις πόρρωθεν μηχαναῖς ἐπερρίπτουν·
οἱ δὲ ταῦτά τε ὡς ἕκαστα διεκρούοντο, καὶ ἐπειδή τινα αὐτῶν διεκπίπτοντα τῶν τε ξύλων ἥπτετο καὶ φλόγα αὐτίκα πολλήν, ἅτε ἐν νηί, ἤγειρε, τὸ μὲν πρῶτον τῷ ποτίμῳ ὕδατι ᾧ ἐπεφέροντο ἐχρῶντο, καί τινα κατέσβεσαν, ἐπεὶ δὲ ἐκεῖνο
καταναλώθη, ἤντλουν τὸ θαλάττιον. καὶ εἰ μὲν πολλῷ τε καὶ ἀθρόῳ αὐτῷ ἐχρῶντο, ἐπεῖχόν πως τῇ βίᾳ τὸ πῦρ· ἀδύνατοι δὲ δὴ πανταχῇ τοῦτο ποιεῖν ὄντες (οὔτε γὰρ πολλὰ ἢ καὶ μεγάλα τὰ ἀντλητήρια εἶχον, καὶ ἡμιδεᾶ h(midea= Bk., h(mi/sea *wM. αὐτὰ ἅτε ταραττόμενοι ἀνέφερονʼ οὐχ ὅσον οὐκ ὠφελοῦντό τι, ἀλλὰ καὶ προσπαρώξυνον αὐτό· ἡ γὰρ ἅλμη ἡ θαλαττία ἂν κατʼ ὀλίγον ἐπιχέηται φλογί, ἰσχυρῶς αὐτὴν
ἐκκαίει. ὡς οὖν καὶ ἐν τούτῳ ἥττους ἐγίγνοντο, τά τε ἱμάτια αὑτῶν au(tw=n Bayfius, au)tw=n *wM. τὰ παχέα καὶ τοὺς νεκροὺς ἐπέβαλλον· καὶ χρόνον μέν τινα ἐκολούσθη τε ὑπʼ αὐτῶν τὸ πῦρ καὶ ἔδοξέ πῃ λωφᾶν, ἔπειτα δὲ ἄλλως τε καὶ τοῦ ἀνέμου σφοδρῶς ἐπισπέρξαντος ἐπὶ πλεῖον ἐξέλαμψεν, ἅτε καὶ ὑπʼ αὐτῶν ἐκείνων
αὐξανόμενον. καὶ μέχρι μὲν μέρος τι νεὼς ἐκαίετο, προσίσταντό τέ τινες αὐτῷ καὶ ἐς αὐτὸ ἐσεπήδων, καὶ τὰ μὲν ἀπέκοπτον τὰ δὲ διεφόρουν· καὶ αὐτὰ οἱ μὲν ἐς τὴν θάλασσαν οἱ δὲ καὶ ἐπὶ τοὺς ἐναντίους ἐρρίπτουν, εἴ πως καὶ ἐκείνους τι
λυμήναιντο. καὶ ἕτεροι πρὸς τὸ ἀεὶ ὑγιὲς αὐτῆς μεθιστάμενοι ταῖς τε χερσὶ ταῖς σιδηραῖς καὶ τοῖς δόρασι τοῖς μακροῖς τότε δὴ καὶ τὰ μάλιστα ἐχρῶντο, ὅπως τινὰ ἀντίπαλον ναῦν προσαρτήσαντές σφισι μάλιστα μὲν μετεκβῶσιν ἐς αὐτήν,
εἰ δὲ μή, καὶ ἐκείνην συγκαταφλέξωσιν. ὡς δʼ οὔτε τινὲς ἐπέλαζόν σφισιν, αὐτὸ τοῦτο φυλασσόμενοι, καὶ τὸ πῦρ τούς τε τοίχους πέριξ ἐπενέμετο καὶ ἐς τὸ ἔδαφος κατῄει, ἐνταῦθα τὰ δεινότατα