Kitap 50
ὥσθʼ ὁπότε ἐμέ, ὃν μηδέπω καὶ νῦν πολέμιον ἔχειν προσποιεῖται, τοιαῦτα δέδρακεν, ἥκιστα ἂν ὑμῶν ἀπόσχοιτο, οἷς καὶ αὐτὸς ἐκπεπολεμῶσθαι σαφῶς
ὁμολογεῖ. τί ποτʼ οὖν αὐτῷ βούλεται τὸ τὰ μὲν ὅπλα πᾶσιν ὁμοίως ἡμῖν ἐπιφέρειν, ἐν δὲ δὴ τῷ ψηφίσματι τοῖς μὲν πολεμεῖν τοῖς δὲ μὴ φάσκειν; οὐ μὰ Δίʼ οὐχ ἵνα διαφορότητά τινα ἐν ἡμῖν ἐργάσηται, οὐδʼ ἵνα τοῖς μὲν ἄλλως τοῖς δὲ ἄλλως, ἄν γε καὶ κρατήσῃ, χρήσηται, ἀλλʼ ἵνʼ ἡμᾶς στασιάσας συγκρούσῃ καὶ κατὰ τοῦτʼ ἀσθενεστέρους
ποιήσῃ. οὐ γὰρ ἀγνοεῖ γε ge Rk., te *wM. ὅτι ὁμοφρονούντων μὲν ἡμῶν καὶ καθʼ ἓν πάντα πραττόντων οὐδαμῇ οὐδαμῶς κρείττων ἂν γένοιτο, διενεχθέντων δέ, καὶ τῶν μὲν ταῦτα τῶν δὲ ἐκεῖνα ἑλομένων, τάχʼ ἂν κρατήσειε· καὶ διὰ τοῦτο τοῦτον ἡμῖν τὸν τρόπον προσφέρεται.
ὥσπερ οὖν καὶ ἐγὼ καὶ οἱ συνόντες μοι Ῥωμαῖοι τόν τε κίνδυνον, καίπερ ἄδειάν τινα τῶν ἐψηφισμένων ἕνεκα ἔχοντες, προορώμεθα καὶ τὴν ἐπιβουλὴν αὐτοῦ συνίεμεν, καὶ οὔτε προϊέμεθα ὑμᾶς οὔτʼ αὖ ἰδίᾳ τὸ συμφέρον ἡμῖν αὐτοῖς προσκοποῦμεν,
οὕτω που καὶ ὑμᾶς, οὓς οὐδʼ αὐτὸς ἀρνεῖται μὴ οὐκ ἐχθροὺς καὶ ἐχθίστους γε ἡγεῖσθαι, χρὴ πάντα ταῦτʼ ἐνθυμηθέντας, καὶ κοινοὺς μὲν τοὺς κινδύνους κοινὰς δὲ καὶ τὰς ἐλπίδας ποιησαμένους, καὶ συνάρασθαι τὰ πράγματα παντοίως καὶ συσπουδάσαι προθύμως, θέντας qe/ntas Bk., e)nqumhqe/ntas *wM. παρʼ ἄλληλα καὶ ἃ πεισόμεθα, ὥσπερ εἶπον, ἡττηθέντες,
καὶ ὧν τευξόμεθα κρατήσαντες. μέγα μὲν γὰρ καὶ τὸ μηδὲν μήθʼ ὑβριστικὸν μήτε πλεονεκτικὸν ἐλαττωθέντας πῃ ἡμᾶς παθεῖν, μέγιστον δὲ τὸ νικήσαντας πάνθʼ ὅσα τις ἂν εὔξαιτο πρᾶξαι. αἴσχιστον δὲ τοσούτους καὶ τοιούτους ὄντας, καὶ ὅπλα καὶ χρήματα καὶ ναῦς καὶ ἵππους ἔχοντας, τὰ χείρονα ἀντὶ τῶν ἀμεινόνων ἑλέσθαι, καὶ παρὸν καὶ ἐκείνοις τὴν ἐλευθερίαν παρασχεῖν, συνδουλεῦσαι
μᾶλλον αὐτοῖς ἐθελῆσαι. τοσοῦτον γάρ που διαφέρομεν ἀλλήλων ὥσθʼ ὁ μὲν καὶ ὑμῶν μοναρχῆσαι ἐπιθυμεῖ, ἐγὼ δὲ καὶ ἐκείνους ἐλευθερῶσαι βούλομαι, καθάπερ που καὶ τοῖς ὅρκοις πεπίστωμαι. ὡς οὖν ὑπὲρ ἀμφοτέρων ὁμοίως ἀγωνιούμενοι, καὶ κοινὰ τὰ ἀγαθὰ πᾶσι κατακτησόμενοι, σπουδάσωμεν, ὦ ἄνδρες στρατιῶται, ἔν τε τῷ παραχρῆμα κρατῆσαι καὶ διὰ παντὸς εὐδαιμονῆσαι.”
τοιαῦτά τινα ὁ Ἀντώνιος εἰπὼν πάντας μὲν τοὺς πρώτους τῶν συνόντων οἱ ἐς τὰς ναῦς ἐσεβίβασε, μή τι νεωτερίσωσι καθʼ ἑαυτοὺς γενόμενοι, ὥσπερ ὅ τε Δέλλιος καὶ ἄλλοι τινὲς αὐτομολήσαντες, παμπληθεῖς δὲ καὶ τοξότας καὶ σφενδονήτας
καὶ ὁπλίτας ἀνεβιβάσατο· ἐπειδὴ γὰρ τῷ τε μεγέθει τῶν τοῦ Καίσαρος νεῶν καὶ τῷ πλήθει τῶν ἐπιβατῶν αὐτοῦ ὁ Σέξτος οὐχ ἥκιστα ἥττητο, τά τε σκάφη κατεσκεύασε πολὺ τῶν ἐναντίων ὑπερέχοντα (τριήρεις μὲν γὰρ ὀλίγας, τετρήρεις δὲ καὶ δεκήρεις καὶ τὰ λοιπὰ τὰ διὰ μέσου πάντα ἐξεποίησἐ
καὶ ἐπʼ αὐτὰ πύργους τε ὑψηλοὺς ἐπικατεσκεύασε καὶ πλῆθος ἀνθρώπων ἐπανεβίβασεν, ὥστε καθάπερ ἀπὸ τειχῶν αὐτοὺς μάχεσθαι. Καῖσαρ δὲ καθεώρα μὲν τὴν παρασκευὴν αὐτῶν καὶ εὐτρεπίζετο, μαθὼν δὲ δὴ καὶ τὴν διάνοιάν σφων παρὰ τε ἄλλων καὶ παρὰ τοῦ Δελλίου συνήγαγε καὶ αὐτὸς τὸ στράτευμα καὶ ἔλεξεν ὧδε·
“ὁρῶν, ὦ ἄνδρες στρατιῶται, καὶ ἐξ ὧν ἀκοῇ μεμάθηκα καὶ ἐξ ὧν ἔργῳ πεπείραμαι, τὰ πλεῖστα καὶ μέγιστα τῶν πολεμικῶν, μᾶλλον δὲ πάντων τῶν ἐν ἀνθρώποις πραγμάτων, τοῖς τά τε δικαιότερα καὶ τὰ εὐσεβέστερα καὶ φρονοῦσι καὶ πράττουσι κατορθούμενα, τοῦτό που καὶ αὐτὸς οὐχ
ἥκιστα ἐννοῶ καὶ ὑμῖν παραινῶ προσκοπεῖν. καὶ γὰρ εἰ τὰ ei) ta\ Bk., o(/ti *wM. μάλιστα καὶ πολλὴν καὶ μεγάλην ἰσχύν, ἀφʼ ἧς ἄν τις καὶ τὰ ἧττον δίκαια προελόμενος κρατήσειν ἐλπίσειεν, ἔχομεν, ὅμως πολὺ μᾶλλον ἐπὶ τῇ τοῦ πολέμου ὑποθέσει ἢ ἐπὶ ταύτῃ
θαρσῶ. τὸ γάρ τοι Ῥωμαίους τε ὄντας καὶ τῆς πλείστης καὶ ἀρίστης οἰκουμένης ἄρχοντας καταφρονεῖσθαι καὶ καταπατεῖσθαι πρὸς γυναικὸς Αἰγυπτίας ἀνάξιον μὲν τῶν πατέρων ἡμῶν τῶν τὸν Πύρρον τὸν Φίλιππον τὸν Περσέα τὸν Ἀντίοχον καθελόντων, τῶν τοὺς Νουμαντίνους τοὺς Καρχηδονίους ἀναστησάντων, τῶν τοὺς Κίμβρους ki/mbrous M, ki/mbrous tw=n V.
τοὺς Ἄμβρονας κατακοψάντων, ἀνάξιον δὲ καὶ ἡμῶν αὐτῶν τῶν τοὺς Γαλάτας κατεστραμμένων, τῶν τοὺς Παννονίους κεχειρωμένων, τῶν μέχρι τοῦ Ἴστρου προκεχωρηκότων, τὸν Ῥῆνον διαβεβηκότων,
ἐς Βρεττανίαν πεπεραιωμένων. πῶς μὲν γὰρ οὐ μέγα ἂν ἀλγήσειαν πάντες ἐκεῖνοι οἱ τὰ προειρημένα κατειργασμένοι, kateirgasme/noi R. Steph., katergasme/noi *wM. εἰ αἴσθοιντο ἡμᾶς ὀλέθρῳ γυναικὶ gunaiki\ M, om. V. ὑποπεπτωκότας; πῶς δʼ οὐκ ἂν ἡμεῖς μεγάλως ἀσχημονήσαιμεν, εἰ πάντων ἀρετῇ πανταχοῦ περιόντες ἔπειτα τὰς τούτων ὕβρεις
πρᾴως φέροιμεν, οἵτινες, ὦ Ἡράκλεις, Ἀλεξανδρεῖς τε καὶ Αἰγύπτιοι ὄντες (τί γὰρ ἂν ἄλλο τις αὐτοὺς χεῖρον ἢ ἀληθέστερον εἰπεῖν ἔχοι;ʼ καὶ τὰ μὲν ἑρπετὰ καὶ τἆλλα θηρία ὥσπερ τινὰς θεοὺς θεραπεύοντες, τὰ δὲ σώματα τὰ σφέτερα ἐς δόξαν
ἀθανασίας ταριχεύοντες, καὶ θρασύνασθαι μὲν προπετέστατοι ἀνδρίσασθαι δὲ ἀσθενέστατοι ὄντες, καὶ τὸ μέγιστον γυναικὶ ἀντʼ ἀνδρὸς δουλεύοντες, ἐτόλμησαν τῶν τε ἡμετέρων ἀγαθῶν ἀντιποιήσασθαι καὶ διʼ ἡμῶν αὐτὰ κατακτήσασθαι, ὥστε σφίσιν ἑκουσίους ἡμᾶς τῆς ὑπαρχούσης ἡμῖν
εὐδαιμονίας παραχωρῆσαι; τίς μὲν γὰρ οὐκ ἂν ὀδύραιτο ὁρῶν στρατιώτας Ῥωμαίους δορυφοροῦντας τὴν βασιλίδα αὐτῶν; τίς δʼ οὐκ ἂν στενάξειεν ἀκούων ἱππέας καὶ βουλευτὰς Ῥωμαίων κολακεύοντας
αὐτὴν ὥσπερ εὐνούχους; τίς δʼ οὐκ ἂν θρηνήσειε καὶ ἀκούων καὶ ὁρῶν αὐτὸν τὸν Ἀντώνιον τὸν δὶς ὕπατον, τὸν πολλάκις αὐτοκράτορα, τὸν τὴν προστασίαν μετʼ ἐμοῦ τῶν κοινῶν ἐπιτραπέντα, τὸν τοσαύτας μὲν πόλεις τοσαῦτα δὲ στρατόπεδα
ἐγχειρισθέντα, νῦν πάντα μὲν τὰ πάτρια τοῦ βίου ἤθη ἐκλελοιπότα, πάντα δὲ τἀλλότρια καὶ βαρβαρικὰ ἐζηλωκότα, καὶ ἡμῶν μὲν ἢ τῶν νόμων ἢ τῶν θεῶν τῶν προγονικῶν μηδὲ προτιμῶντα, τὴν δʼ ἄνθρωπον ἐκείνην καθάπερ τινὰ Ἶσιν ἢ Σελήνην προσκυνοῦντα, καὶ τούς τε παῖδας
αὐτῆς Ἥλιον καὶ Σελήνην ὀνομάζοντα, καὶ τὸ τελευταῖον καὶ ἑαυτὸν Ὄσιριν καὶ Διόνυσον ἐπικεκληκότα, κἀκ τούτων, καθάπερ πάσης μὲν τῆς γῆς πάσης δὲ τῆς θαλάσσης κυριεύοντα, καὶ νήσους ὅλας καὶ τῶν ἠπείρων τινὰ κεχαρισμένον;
ἄπιστα μὲν εὖ οἶδʼ ὅτι καὶ θαυμαστὰ ταῦθʼ ὑμῖν, ὦ ἄνδρες στρατιῶται, φαίνεται· διὰ τοῦτο δὲ δὴ μᾶλλον ἀγανακτεῖν ὀφείλετε. εἰ γὰρ ἃ μηδʼ ἀκούσαντες πιστεύετε, ταῦτʼ ὄντως γίγνεται, καὶ ἐφʼ οἷς οὐκ ἔστιν ὅστις οὐκ ἂν ἀλγήσειε μαθών, ταῦτʼ ἐκεῖνος ποιεῖ τρυφῶν, πῶς οὐκ ἂν εἰκότως ὑπεροργισθείητε;
καίτοι ἔγωγε καὶ τὸ κατʼ ἀρχὰς οὕτω περὶ αὐτὸν ἐσπούδασα ὥστʼ αὐτῷ καὶ τῆς ἡμετέρας h(mete/ras R. Steph., u(mete/ras *wM. ἡγεμονίας μεταδοῦναι καὶ τὴν ἐμαυτοῦ ἀδελφὴν συνοικίσαι καὶ στρατεύματα χαρίσασθαι· καὶ
μετὰ τοῦθʼ οὕτως ἐπιεικῶς, οὕτω φιλικῶς πρὸς αὐτὸν ἔσχον ὥστε μήθʼ ὅτι w(/ste mh/q' o(/ti Xyl., w(/sq' o(/te mh/te *wM. τὴν ἀδελφήν μου ὕβρισε, μήθʼ ὅτι τῶν γεννηθέντων οἱ ἐξ αὐτῆς τέκνων ἠμέλησε, μήθʼ ὅτι τὴν Αἰγυπτίαν αὐτῆς προετίμησε, μήθʼ ὅτι τοῖς ἐκείνης παισὶ πάνθʼ ὡς εἰπεῖν τὰ ὑμέτερα ἐδωρήσατο, μήτε διʼ ἄλλο
μηδὲν ἐθελῆσαι αὐτῷ πολεμῆσαι. αἴτιον δὲ ὅτι πρῶτον μὲν ἐνόμιζον οὐ τὸν αὐτὸν δεῖν τρόπον πρός τε τὴν Κλεοπάτραν καὶ πρὸς τὸν Ἀντώνιον προσφέρεσθαι· ἐκείνην μὲν γὰρ καὶ ὑπὸ τοῦ ἀλλοφύλου πολεμίαν εὐθὺς οἷς ἔπραττεν εἶναι, τοῦτον δέ, ἅτε καὶ πολίτην, ἐνδέχεσθαι σωφρονισθῆναι.
ἔπειτα δὲ ἤλπιζον ὅτι εἰ καὶ μὴ ἐθελούσιος, ἀλλʼ ἄκων γε ἐκ τῶν ἐπʼ ἐκείνῃ ψηφισθέντων μεταγνώσεται. διὰ μὲν δὴ ταῦτα οὐδένα αὐτῷ πόλεμον ἐπήγγειλα· ἐπειδὴ δὲ ὑπεριδὼν αὐτὰ καὶ καταφρονήσας οὔτʼ ἀφιέντων αὐτῶν ἡμῶν ἀφεθῆναι οὔτʼ ἐλεούντων ἐλεηθῆναι βούλεται, ἀλλʼ εἴτε ὡς ἀλόγιστος εἴθʼ ὡς μαινόμενος
(καὶ γὰρ τοῦτʼ ἐγὼ ἀκηκοὼς πεπίστευκα, ὅτι ὑπʼ ἐκείνης τῆς καταράτου μεμάγευταἰ τῆς μὲν ἡμετέρας εὐεργεσίας καὶ τῆς παρʼ ἡμῶν φιλανθρωπίας οὐδὲν προτιμᾷ, τῇ δὲ γυναικὶ δουλεύων τόν τε πόλεμον καὶ τοὺς κινδύνους τοὺς ὑπὲρ αὐτῆς αὐθαιρέτους καὶ καθʼ ἡμῶν καὶ κατὰ τῆς πατρίδος ἀναιρεῖται, τί λοιπὸν ἄλλο πλὴν ἀμύνασθαι καὶ τοῦτον μετὰ τῆς Κλεοπάτρας ἡμῖν προσήκει;
Μήτʼ οὖν Ῥωμαῖον εἶναί τις αὐτὸν νομιζέτω, ἀλλά τινα Αἰγύπτιον, μήτʼ Ἀντώνιον ὀνομαζέτω, ἀλλά τινα Σαραπίωνα· μὴ ὕπατον, μὴ αὐτοκράτορα γεγονέναι ποτὲ ἡγείσθω, ἀλλὰ γυμνασίαρχον.
ταῦτα γὰρ ἀντʼ ἐκείνων αὐτὸς ἐθελοντὴς ἀνθείλετο, καὶ πάντα τὰ πάτρια σεμνολογήματα ἀπορρίψας εἷς τῶν ἀπὸ Κανώβου κυμβαλιστῶν γέγονε. μὴ μέντοι μηδὲ δείσῃ τις αὐτὸν ὡς καὶ ῥοπὴν τῷ
πολέμῳ παρέξοντα. ἦν μὲν γὰρ οὐδὲ ἐν τῷ πρὶν ἄξιός τινος, ὥς που σαφῶς ἴστε οἱ περὶ Μούτιναν αὐτοῦ κεκρατηκότες· εἰ δʼ οὖν ποτε καὶ ἐκ τῆς σὺν ἡμῖν h(mi=n *w, u(mi=n M. στρατείας ἀρετήν τινα ἔσχεν, ἀλλʼ εὖ ἴσθʼ ὅτι νῦν πᾶσαν αὐτὴν ἐν τῇ τοῦ βίου μεταβολῇ
διέφθαρκεν. ἀδύνατον γάρ ἐστι βασιλικῶς τέ τινα τρυφῶντα καὶ γυναικείως θρυπτόμενον ἀνδρῶδές τι φρονῆσαι καὶ πρᾶξαι, διὰ τὸ πᾶσαν ἀνάγκην εἶναι, οἵοις ἄν τις ἐπιτηδεύμασι συνῇ,
τούτοις αὐτὸν ἐξομοιοῦσθαι. τεκμήριον δέ, ἕνα πόλεμον ἐν παντὶ τούτῳ τῷ χρόνῳ πεπολεμηκὼς καὶ μίαν στρατείαν πεποιημένος παμπόλλους μὲν ἐν ταῖς μάχαις πολίτας ἀπολώλεκεν, αἴσχιστα δὲ ἀπὸ τῶν Πραάσπων ἀποκεχώρηκε, πλείστους
δὲ καὶ ἐν τῇ φυγῇ προσαποβέβληκεν. ὥστʼ εἰ μὲν γελοίως πως ὀρχεῖσθαι καὶ κορδακίζειν τινὰ ἡμῶν ἐχρῆν, πάντως ἂν ἔλαττον αὐτοῦ ἠνέγκατο (ταῦτα γὰρ μεμελέτηκενʼ· ἐπειδὴ δὲ ὅπλων καὶ μάχης δεῖ, τί τις ἂν αὐτοῦ φοβηθείη ; τὴν ἀκμὴν τοῦ σώματος ; ἀλλὰ παρήβηκε καὶ ἐκτεθήλυνται. e)kteqh/luntai Bk., e)kteqh/lutai *wM. τὴν ῥώμην τῆς γνώμης; ἀλλὰ γυναικίζει
καὶ ἐκκεκιναίδισται. τὴν εὐσέβειαν τὴν πρὸς τοὺς θεοὺς ἡμῶν; ἀλλὰ πολεμεῖ καὶ ἐκείνοις καὶ τῇ πατρίδι. τὴν πιστότητα pisto/thta M, pistota/thn V. τὴν πρὸς τοὺς συμμάχους; καὶ τίς οὐκ οἶδεν ὅπως τὸν Ἀρμένιον ἐξαπατήσας ἔδησε; τὴν th\n Pflugk, th\n de\ *wM. ἐπιείκειαν τὴν πρὸς τοὺς φίλους; καὶ τίς οὐχ ἑόρακε τοὺς ὑπʼ αὐτοῦ κακῶς ἀπολωλότας; τὴν εὐδοξίαν τὴν παρὰ τοῖς στρατιώταις; καὶ τίς οὐχὶ καὶ ἐκείνων αὐτοῦ
κατέγνωκε; σημεῖον δὲ ὅτι συχνοὶ καθʼ ἑκάστην ἡμέραν πρὸς ἡμᾶς μεθίστανται. νομίζω δὲ ἔγωγε ὅτι καὶ πάντες οἱ πολῖται ἡμῶν τοῦτο ποιήσουσιν, ὥσπερ ποτὲ καὶ πρότερον, ὅτε ἐκ τοῦ Βρεντεσίου
πρὸς τὴν Γαλατίαν ᾔει. μέχρι μὲν γὰρ πλουτήσειν ἀκινδύνως ἤλπιζον, καὶ μάλα ἄσμενοί τινες αὐτῷ συνῆσαν· μάχεσθαι δὲ δὴ πρὸς ἡμᾶς τοὺς ὁμοφύλους ὑπὲρ τῶν μηδέν σφισι προσηκόντων, ἄλλως τε καὶ ἐξὸν αὐτοῖς ἀδεῶς σὺν ἡμῖν h(mi=n R. Steph., u(mi=n *wM. καὶ σώζεσθαι καὶ εὐδαιμονεῖν, οὐκ ἐθελήσουσιν.
Ἀλλʼ ἐρεῖ τις ὅτι καὶ συμμάχους πολλοὺς καὶ χρήματα πολλὰ ἔχει. οὐκοῦν ὅπως μὲν τοὺς τὴν Ἀσίαν τὴν ἤπειρον οἰκοῦντας νικᾶν εἰώθαμεν, οἶδε μὲν ὁ Σκιπίων ἐκεῖνος ὁ Ἀσιατικός, a)siatiko/s M, a)siano\s V. οἶδε δὲ καὶ ὁ Σύλλας ὁ εὐτυχής, ὁ Λούκουλλος, ὁ Πομπήιος, ὁ Καῖσαρ ὁ πατὴρ ὁ ἐμός, ὑμεῖς u(mei=s H. Steph., h(mei=s *wM. αὐτοὶ οἱ τοὺς μετά τε τοῦ Βρούτου καὶ τοῦ Κασσίου
στρατευσαμένους κεκρατηκότες. τούτου δὲ δὴ οὕτως ἔχοντος, καὶ τὸν πλοῦτόν σφων ὅσῳ πλείονα ἑτέρων νομίζετε εἶναι, τοσούτῳ μᾶλλον σπουδάσατε σφετερίσασθαι· ὑπὲρ γὰρ τῶν μεγίστων ἄθλων μεγίστους καὶ τοὺς ἀγῶνας ἄξιόν
ἐστι ποιεῖσθαι. καίτοι μεῖζον οὐδὲν ἂν a)\n supplied by St. ἄλλο φήσαιμι ὑμῖν προκεῖσθαι τοῦ τὸ ἀξίωμα τὸ τῶν προγόνων διασῶσαι, τοῦ τὸ φρόνημα τὸ οἰκεῖον φυλάξαι, τοῦ τοὺς ἀφεστηκότας ἀφʼ ἡμῶν τιμωρήσασθαι, τοῦ τοὺς ὑβρίζοντας ὑμᾶς ἀμύνασθαι, τοῦ πάντων ἀνθρώπων νικήσαντας ἄρχειν, τοῦ μηδεμίαν γυναῖκα περιορᾶν μηδενὶ ἀνδρὶ παρισουμένην.
ἢ πρὸς μὲν Ταυρίσκους καὶ Ἰάπυδας *)ia/pudas Xyl., i)a/pugas *wM. καὶ Δελμάτας καὶ Παννονίους προθυμότατα αὐτοὶ ὑμεῖς οἱ νῦν παρόντες ὑπὲρ ὀλίγων τινῶν τειχῶν καὶ γῆς ἐρήμου πολλάκις ἐμαχέσασθε, καὶ πάντας αὐτοὺς καίτοι πολεμικωτάτους ὁμολογουμένως ὄντας ἐχειρώσασθε, καὶ νὴ Δία καὶ πρὸς Σέξτον ὑπὲρ Σικελίας μόνης καὶ πρὸς αὐτὸν τοῦτον τὸν Ἀντώνιον ὑπὲρ Μουτίνης μόνης ὁμοίως ἠγωνίσασθε,