Kitap 50
30.1
καὶ τί δεῖ πλείω λέγοντα περὶ αὐτῶν διατρίβειν, ὁπότε πολλάκις ἤδη πειραθέντες σφῶν, καὶ περὶ Λευκάδα καὶ ἐνταῦθα πρῴην, οὐχ ὅσον οὐκ ἠλαττώθημεν αὐτῶν, ἀλλὰ καὶ πανταχοῦ κρείττους ἐγενόμεθα; ὥστε μὴ τοῖς ἐμοῖς e)moi=s M, au)toi=s V. λόγοις μᾶλλον ἢ τοῖς ὑμετέροις αὐτῶν ἔργοις ἐπιρρωσθέντες ἐπιθυμήσατε παντὶ ἤδη τῷ πολέμῳ τέλος ἐπιθεῖναι.
30.2
εὖ γὰρ ἴστε τοῦθʼ, ὅτι ἂν καὶ τήμερον αὐτοὺς νικήσωμεν, οὐδὲν ἔτι πρᾶγμα ἕξομεν. ἄλλως τε γὰρ φύσει πᾶν τὸ ἀνθρώπειον, ὅταν ἐν τοῖς πρώτοις ἀγῶσι σφαλῇ, καὶ πρὸς τὰ λοιπὰ ἀθυμότερον γίγνεται· καὶ ἡμεῖς ἀναμφιλόγως ἐν τῇ γῇ ἀμείνους αὐτῶν ἐσμεν, ὥστε κἂν ἀκεραίων σφῶν
30.3
ὄντων κρατῆσαι. καὶ ταῦθʼ οὕτω καὶ αὐτοὶ ἐκεῖνοι ἴσασιν ὥστε (οὐ γὰρ ἀποκρύψομαι ὑμᾶς ὅσα ἀκήκοἀ ἀθυμεῖν τε ἐπὶ τοῖς ἤδη γεγονόσι καὶ ἀπογιγνώσκειν κατὰ χώραν μένοντας σωθήσεσθαι, καὶ διὰ ταῦτα διαδρᾶναί τέ πῃ ἐπιχειρεῖν, καὶ τὸν ἔκπλουν τοῦτον οὐχ ὡς ἐπὶ ναυμαχίαν ἀλλʼ ὡς ἐς
30.4
φυγὴν ποιεῖσθαι. καὶ τά γε ἄριστα καὶ τιμιώτατα τῶν ὑπαρχόντων αὐτοῖς κτημάτων ἐς τὰς ναῦς ἐντέθεινται, ἵνα, ἂν δυνηθῶσι, μετʼ αὐτῶν διαφύγωσιν. ὡς οὖν καὶ ὁμολογοῦντας αὐτοὺς ἀσθενεστέρους ἡμῶν εἶναι, καὶ τὰ ἆθλα τῆς νίκης ἐν ταῖς ναυσὶ φέροντας, μὴ περιίδωμεν ἄλλοσέ ποι πλεύσαντας, pleu/santas Pflugk, pleu/sontas *wM. ἀλλὰ αὐτοῦ ταύτῃ κρατήσαντες πάντα αὐτὰ ἀφελώμεθα.”