Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 50

27.7 καὶ ἐκκεκιναίδισται. τὴν εὐσέβειαν τὴν πρὸς τοὺς θεοὺς ἡμῶν; ἀλλὰ πολεμεῖ καὶ ἐκείνοις καὶ τῇ πατρίδι. τὴν πιστότητα pisto/thta M, pistota/thn V. τὴν πρὸς τοὺς συμμάχους; καὶ τίς οὐκ οἶδεν ὅπως τὸν Ἀρμένιον ἐξαπατήσας ἔδησε; τὴν th\n Pflugk, th\n de\ *wM. ἐπιείκειαν τὴν πρὸς τοὺς φίλους; καὶ τίς οὐχ ἑόρακε τοὺς ὑπʼ αὐτοῦ κακῶς ἀπολωλότας; τὴν εὐδοξίαν τὴν παρὰ τοῖς στρατιώταις; καὶ τίς οὐχὶ καὶ ἐκείνων αὐτοῦ
27.8 κατέγνωκε; σημεῖον δὲ ὅτι συχνοὶ καθʼ ἑκάστην ἡμέραν πρὸς ἡμᾶς μεθίστανται. νομίζω δὲ ἔγωγε ὅτι καὶ πάντες οἱ πολῖται ἡμῶν τοῦτο ποιήσουσιν, ὥσπερ ποτὲ καὶ πρότερον, ὅτε ἐκ τοῦ Βρεντεσίου
27.9 πρὸς τὴν Γαλατίαν ᾔει. μέχρι μὲν γὰρ πλουτήσειν ἀκινδύνως ἤλπιζον, καὶ μάλα ἄσμενοί τινες αὐτῷ συνῆσαν· μάχεσθαι δὲ δὴ πρὸς ἡμᾶς τοὺς ὁμοφύλους ὑπὲρ τῶν μηδέν σφισι προσηκόντων, ἄλλως τε καὶ ἐξὸν αὐτοῖς ἀδεῶς σὺν ἡμῖν h(mi=n R. Steph., u(mi=n *wM. καὶ σώζεσθαι καὶ εὐδαιμονεῖν, οὐκ ἐθελήσουσιν.
28.1 Ἀλλʼ ἐρεῖ τις ὅτι καὶ συμμάχους πολλοὺς καὶ χρήματα πολλὰ ἔχει. οὐκοῦν ὅπως μὲν τοὺς τὴν Ἀσίαν τὴν ἤπειρον οἰκοῦντας νικᾶν εἰώθαμεν, οἶδε μὲν ὁ Σκιπίων ἐκεῖνος ὁ Ἀσιατικός, a)siatiko/s M, a)siano\s V. οἶδε δὲ καὶ ὁ Σύλλας ὁ εὐτυχής, ὁ Λούκουλλος, ὁ Πομπήιος, ὁ Καῖσαρ ὁ πατὴρ ὁ ἐμός, ὑμεῖς u(mei=s H. Steph., h(mei=s *wM. αὐτοὶ οἱ τοὺς μετά τε τοῦ Βρούτου καὶ τοῦ Κασσίου
28.2 στρατευσαμένους κεκρατηκότες. τούτου δὲ δὴ οὕτως ἔχοντος, καὶ τὸν πλοῦτόν σφων ὅσῳ πλείονα ἑτέρων νομίζετε εἶναι, τοσούτῳ μᾶλλον σπουδάσατε σφετερίσασθαι· ὑπὲρ γὰρ τῶν μεγίστων ἄθλων μεγίστους καὶ τοὺς ἀγῶνας ἄξιόν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi