Kitap 50
20.7
ἐφʼ ἑαυτοὺς πρώτους prw/tous M, prw/tou V. ἀσκοῦντες; ὁ γὰρ τολμήσας τὰς διαθήκας μου ζῶντος, δύναμιν τοσαύτην ἔχοντος, Ἀρμενίους νικῶντος, καὶ ζητῆσαι καὶ βίᾳ τοὺς λαβόντας αὐτὰς ἀφελέσθαι καὶ ἀνοῖξαι καὶ δημοσίᾳ ἀναγνῶναι πῶς ἂν ἢ ὑμῶν ἢ ἄλλου τινὸς
20.8
φείσαιτο; καὶ ὅ γε τοιοῦτος ἐς ἐμὲ τὸν φίλον τὸν ὁμοτράπεζον τὸν συγγενῆ γεγονὼς πῶς ἂν φιλάνθρωπόν τι πρὸς τοὺς ἄλλους, πρὸς οὓς οὐδὲν αὐτῷ συμβόλαιόν ἐστι, ποιήσειεν;
21.1
καὶ μὴν εἰ δεῖ τι τοῖς ἐψηφισμένοις ὑπʼ αὐτοῦ τεκμαίρεσθαι, ὑμῖν μὲν καὶ φανερῶς ἀπειλεῖ (πολεμίους γοῦν ἄντικρυς τοὺς πλείονας ὑμῶν πεποίηταἰ, ἐμοὶ δʼ οὐδὲν αὐτῷ τοιοῦτον ἐπήγγελκε, καίτοι καὶ πολεμῶν μοι καὶ πάντα οὐχ ὅπως τὰ τοῦ κεκρατηκότος ἀλλὰ καὶ τὰ τοῦ πεφονευκότος με ἤδη ποιῶν.
21.2
ὥσθʼ ὁπότε ἐμέ, ὃν μηδέπω καὶ νῦν πολέμιον ἔχειν προσποιεῖται, τοιαῦτα δέδρακεν, ἥκιστα ἂν ὑμῶν ἀπόσχοιτο, οἷς καὶ αὐτὸς ἐκπεπολεμῶσθαι σαφῶς
21.3
ὁμολογεῖ. τί ποτʼ οὖν αὐτῷ βούλεται τὸ τὰ μὲν ὅπλα πᾶσιν ὁμοίως ἡμῖν ἐπιφέρειν, ἐν δὲ δὴ τῷ ψηφίσματι τοῖς μὲν πολεμεῖν τοῖς δὲ μὴ φάσκειν; οὐ μὰ Δίʼ οὐχ ἵνα διαφορότητά τινα ἐν ἡμῖν ἐργάσηται, οὐδʼ ἵνα τοῖς μὲν ἄλλως τοῖς δὲ ἄλλως, ἄν γε καὶ κρατήσῃ, χρήσηται, ἀλλʼ ἵνʼ ἡμᾶς στασιάσας συγκρούσῃ καὶ κατὰ τοῦτʼ ἀσθενεστέρους
21.4
ποιήσῃ. οὐ γὰρ ἀγνοεῖ γε ge Rk., te *wM. ὅτι ὁμοφρονούντων μὲν ἡμῶν καὶ καθʼ ἓν πάντα πραττόντων οὐδαμῇ οὐδαμῶς κρείττων ἂν γένοιτο, διενεχθέντων δέ, καὶ τῶν μὲν ταῦτα τῶν δὲ ἐκεῖνα ἑλομένων, τάχʼ ἂν κρατήσειε· καὶ διὰ τοῦτο τοῦτον ἡμῖν τὸν τρόπον προσφέρεται.