Kitap 50
19.3
τὸ δʼ ὅλον, πόστην μὲν ἡ Σικελία μερίδα τῆς ἄλλης ἀρχῆς, πόστην δὲ ἡ τοῦ Σέξτου δύναμις τῆς ἡμετέρας παρασκευῆς εἶχεν, ὥστε τινὰ εἰκότως ἂν τὰ τοῦ Καίσαρος, τὰ αὐτὰ ἐκεῖνα ὄντα καὶ μήτε πλείω μήτʼ ἀμείνω γεγονότα, καταδεῖσαι μᾶλλον ἐξ ὧν ηὐτύχησεν ἢ θαρσῆσαι ἐξ ὧν ἔπταισεν.
19.4
ὅθεν που καὶ ἐγὼ ταῦτα λογιζόμενος οὐκ ἠθέλησα τῷ πεζῷ προαποκινδυνεῦσαι, ἐν ᾧ δὴ δοκοῦσι τρόπον τινὰ ἰσχύειν, ἵνα μηδεὶς ὑμῶν πταίσματός τινος ἐν ἐκείνῳ γενομένου ἀθυμήσῃ, ἀλλὰ ταῖς ναυσίν, αἷς κράτιστοί τε ἐσμὲν καὶ παμπληθὲς αὐτῶν περίεσμεν, ἵνʼ ἐν ταύταις κρατήσαντες
19.5
καὶ τοῦ πεζοῦ σφων καταφρονήσωμεν. εὖ γὰρ δὴ τοῦτο ἴστε, ὅτι πᾶσα ἡ τοῦ πολέμου ῥοπὴ ἐντεῦθεν ἐκ τοῦ ναυτικοῦ ἀμφοτέροις ἡμῖν ἤρτηται· κἂν τούτῳ περιγενώμεθα, οὐδὲν ἔτι δεινὸν οὐδʼ ou)d' Bk., ou)/q' *wM. ὑπὸ τῶν ἄλλων πεισόμεθα, ἀλλʼ ὥσπερ ἐν νησιδίῳ τινὶ αὐτούς, ἅτε πάντων τῶν πέριξ ἡμετέρων ὄντων, ἀπειληφότες ἀκονιτί, κἂν μηδενὶ ἄλλῳ, τῷ γε λιμῷ χειρωσόμεθα.
20.1
καὶ μὴν ὅτι οὐχ o(/ti ou)x Reim., ou)x o(/ti *wM. ὑπὲρ μικρῶν οὐδʼ ou)d' Bk., ou)/q' *wM. ὑπὲρ φαύλων τινῶν ἀγωνιούμεθα, ἀλλʼ ὥστε προθυμηθέντες μὲν τῶν μεγίστων τυχεῖν ἀμελήσαντες δὲ τὰ δεινότατα παθεῖν, οὐδὲ λόγου προσδεῖν
20.2
ἡγοῦμαι. τί γὰρ οὐκ ἂν ἡμᾶς, ἄν γε καὶ κρατήσωσιν, ἐργάσαιντο, πάντας μὲν ὡς εἰπεῖν τοὺς μετὰ τοῦ Σέξτου τῶν ἐλλογίμων γενομένους ἀπεκτονότες, πολλοὺς δὲ καὶ τῶν μετὰ τοῦ Λεπίδου