Kitap 50
οὗτοί τε οὖν οὕτως ἔρρωντο, καὶ ὁ Ἀντώνιος τοῦτο μὲν ἀντώμοσε τοῖς ἑαυτοῦ στρατιώταις ἀκηρυκτὶ a)khrukti\ *w, a)khruktei\ M. πολεμήσειν, τοῦτο δὲ ὑπέσχετο τήν τε ἀρχὴν ἐντὸς δύο μηνῶν μετὰ τὴν νίκην ἀφήσειν καὶ τὸ πᾶν αὐτῆς κράτος τῇ τε γερουσίᾳ καὶ τῷ δήμῳ
ἀποδώσειν. μόλις τε δῆθέν τινες ἔπεισαν αὐτὸν ἕκτῳ μηνὶ τοῦτο ποιῆσαι, ἵνα δὴ κατὰ σχολὴν τὰ πράγματα καταστήσηται. καὶ ὁ μέν, εἰ καὶ τὰ μάλιστα μὴ ἔμελλεν αὐτὸ πράξειν, ἀλλʼ ὡς πάντῃ γε πάντως κρατήσων ἐπηγγέλλετο. τά τε γὰρ ἑαυτοῦ πολὺ τοῖς πλήθεσιν ἰσχυρότερα ἑώρα ὄντα, καὶ τὰ τῶν ἐναντίων ἀσθενώσειν δωροδοκίαις
ἤλπιζε· h)/lpize R. Steph., h)/lpise *wM. χρυσίον γὰρ ὡς ἑκασταχόσε, καὶ οὐχ ἥκιστα ἔς τε τὴν ἄλλην Ἰταλίαν καὶ ἐς τὴν Ῥώμην ἐσπέμπων διεκίνει τε ὡς ἕκαστα καὶ σφετερίζεσθαι ἐπειρᾶτο. ὅθενπερ καὶ ὁ Καῖσαρ τά τε ἄλλα διʼ ἀκριβεστέρας φυλακῆς ἐποιήσατο καὶ χρήματα τοῖς στρατιώταις ἔδωκε.
τοιαύτης δʼ οὖν τῆς τε ὁρμῆς καὶ τῆς παρασκευῆς αὐτῶν οὔσης πολλὰ μὲν ὑπὸ τῶν ἀνθρώπων καὶ ποικίλα ἐθρυλεῖτο, πολλὰ δὲ καὶ παρὰ τῶν θεῶν καὶ ἐναργῆ προεδείκνυτο. πίθηκός τε γὰρ ἐς τὸ Δημήτριον ἐν ἱερουργίᾳ τινὶ ἐσελθὼν πάντα
τὰ ἔνδον συνέχεε, καὶ βύας πρῶτον μὲν ἐς τὸν τῆς Ὁμονοίας ναόν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς ἄλλους πάντας ὡς εἰπεῖν τοὺς ἁγιωτάτους ἐπέπτετο, καὶ τέλος, ἐπειδὴ πανταχόθεν ἀπηλαύνετο, ἐπί τε τοῦ ναοῦ τοῦ Γενίου τοῦ δήμου ἱδρύθη καὶ οὔτε ἑάλω οὔτʼ ἐξανέστη πλὴν ὀψέ ποτε. ὅ τε ὀχὸς ὁ τοῦ Διὸς ἐν τῇ τῶν Ῥωμαίων ἱπποδρομίᾳ συνετρίβη, καὶ λαμπὰς ἐπὶ πολλὰς ἡμέρας ὑπὲρ τῆς Ἑλληνικῆς θαλάσσης αἰωρηθεῖσα ἐς τὸν αἰθέρα ἀνέδραμε.
καὶ συχνὰ μὲν ὑπὸ χειμῶνος ἐπόνησεν, ὥστε καὶ τρόπαιόν τι ἐν τῷ Ἀουεντίνῳ ἑστὸς καὶ νίκης ἄγαλμα ἀπὸ τῆς τοῦ θεάτρου σκηνῆς πεσεῖν, τήν τε γέφυραν τὴν ξυλίνην πᾶσαν pa=san M, om. V. καταρραγῆναι· συχνὰ δὲ καὶ ὑπὸ πυρὸς ἐφθάρη, καὶ προσέτι καὶ ἐκ τῆς Αἴτνης πλεῖστόν τε ἐρρύη καὶ πόλεσι καὶ
χώραις ἐλυμήνατο. ταῦτʼ οὖν οἱ Ῥωμαῖοι τὰ μὲν ὁρῶντες τὰ δʼ ἀκούοντες, ἀνεμιμνήσκοντο καὶ τὸ τοῦ δράκοντος, ὅτι ἄρα καὶ ἐκεῖνος ἐς τὰ τότε παρόντα σφίσιν ἐσήμηνεν· ἐν γὰρ τῇ Τυρσηνίδι ὀλίγον πρὸ τούτων πρότερον δράκων δικέφαλος, μέγας ὥστε καὶ ἐς πέντε καὶ ὀγδοήκοντα πόδας ἐξικνεῖσθαι, αἰφνίδιον ἀνεφάνη καὶ πολλὰ κακώσας
ἐκεραυνώθη. ταῦτα μὲν οὖν ἐπὶ πάντας αὐτοὺς ἔφερε· Ῥωμαῖοί τε γὰρ τὸ προμαχόμενον ἀμφοτέρωθεν ὁμοίως ἦν, καὶ ἔμελλον e)/mellon M, e)/mellen V. ἔν τε τῷ τότε παρόντι πολλοὶ ἑκατέρωθεν φθαρήσεσθαι, καὶ ἔπειτα e)/peita Xyl., e)pi\ ta\ *wM. τοῦ κρατήσαντος πάντες οἱ περιλειφθέντες
γενήσεσθαι. τῷ δὲ δὴ Ἀντωνίῳ τὴν μὲν ἧτταν οἱ παῖδες οἱ ἐν τῇ Ῥώμῃ ὄντες προεμαντεύσαντο (δίχα γὰρ γενόμενοι μηδενὸς κελεύσαντος, καὶ οἱ μὲν Ἀντωνιείους οἱ δὲ Καισαρείους kaisarei/ous Xiph. Zon., kaisariei/ous *wM. σφᾶς ἐπικαλέσαντες, συνέμιξαν ἀλλήλοις ἐπὶ δύο ἡμέρας, καὶ ἡττήθησαν οἱ τὸ ἐκείνου ὄνομα φέροντεσʼ, τὸν δʼ ὄλεθρον εἰκών τις αὐτοῦ ἐν τῷ Ἀλβανῷ παρὰ τῷ Διὶ ἀνακειμένη· λιθίνη γὰρ οὖσα αἷμα πολὺ ἀνῆκε.
μετεώρων δʼ οὖν πάντων ὁμοίως ἐπὶ τούτοις ὄντων ἐν μὲν τῷ ἔτει ἐκείνῳ πλέον οὐδὲν ἐγένετο. ὅ τε γὰρ Καῖσαρ τὰ ἐν τῇ Ἰταλίᾳ, ἄλλως τε καὶ ἐπειδὴ τὰ χρήματα παρὰ τοῦ Ἀντωνίου παρόντα ᾔσθετο, καθιστάμενος οὐκ ἠδυνήθη πρὸ τοῦ χειμῶνος
ἀπαντῆσαι· καὶ ἐκεῖνος ὥρμησε μὲν ὡς καὶ ἐν τῇ Ἰταλίᾳ τὸν πόλεμον ἀδοκήτως σφίσι ποιησόμενος, poihso/menos *w, poihsa/menos M. ἐλθὼν δὲ ἐς Κέρκυραν, καὶ πυθόμενος τὰς ναῦς τὰς πρόπλους τὰς ἐς τὴν προσκοπὴν αὐτοῦ πεμφθείσας περὶ τὰ Κεραύνια ὄρη ναυλοχεῖν, ὑπετόπησεν αὐτὸν τὸν Καίσαρα μετὰ παντὸς τοῦ
ναυτικοῦ ἀφῖχθαι, καὶ οὐκέτι περαιτέρω προεχώρησεν, ἀλλʼ ἐς τὴν Πελοπόννησον (ἤδη γὰρ ἐκ μετοπώρου ἦνʼ ἀναπλεύσας αὐτὸς μὲν ἐν Πάτραις παρεχείμασεν, τοὺς δὲ δὴ στρατιώτας πανταχόσε pantaxo/se Zon., pantaxo/qen *wM. διέπεμψεν, ἵνα τά τε χωρία φυλάττωσι καὶ τῶν
ἐπιτηδείων ῥᾷον εὐπορῶσι. κἀν τούτῳ ἦλθον μὲν καὶ ἐθελονταὶ παρʼ ἀμφοτέρων αὐτῶν πρὸς ἑκατέρους καὶ βουλευταὶ καὶ ἄλλοι τινές, ἑάλω δὲ καὶ κατάσκοπος ὑπὸ τοῦ Καίσαρος Λούκιος Μέσσιος· καὶ αὐτὸν καίπερ τῶν ἐν τῇ Περουσίᾳ *perousi/a| Xyl., gerousi/ai *wM. πρότερον ἁλόντων ὄντα ἀφῆκε, πᾶσάν οἱ τὴν ἑαυτοῦ δύναμιν
προεπιδείξας. τῷ τε Ἀντωνίῳ ἐπέστειλεν ὅπως ἢ ἀναχωρήσῃ ἀπὸ τῆς θαλάσσης ἵππου δρόμον ἡμερήσιον καὶ ἐφῇ e)fh=| Pflugk, e)/fh *wM. οἱ ἀδεῶς προσπλεῦσαι ἐπὶ τῷ ἐντὸς πέντε ἡμερῶν συμμῖξαί σφας, ἢ αὐτὸς ἐπὶ
τοῖς αὐτοῖς ἐς τὴν Ἰταλίαν περαιωθῇ, οὐχ ὅτι τι ti M, om. V. γενήσεσθαί σφων ἐνόμιζεν (ὁ γοῦν gou=n Bk., d' ou)=n *wM. Ἀντώνιος πολλά τε αὐτοῦ κατεγέλασε, καὶ εἶπεν “καὶ τίς ἡμῖν δικάσει, ἄν τι παρὰ τὰ συγκείμενα πραχθῇ;”) ἀλλʼ ὅτι τοῖς τε ἑαυτοῦ στρατιώταις θάρσος καὶ τοῖς ἐναντίοις ἔκπληξιν ἐμβαλεῖν ἐκ τούτου προσεδόκησε.
μετὰ δὲ δὴ ταῦτα ἦσαν μὲν ὕπατοι ἐς τὸ ἐχόμενον ἔτος ὅ τε Καῖσαρ καὶ ὁ Ἀντώνιος προαποδεδειγμένοι τότε ὅτε ἐς τὰ ὀκτὼ ἔτη τὰς ἀρχὰς ἐσάπαξ προκατεστήσαντο, καὶ τό γε τελευταῖον ἐκεῖνο ἦν· παραλυθέντος δὲ τοῦ Ἀντωνίου, ὥσπερ εἶπον, ὁ Μεσσάλας ὁ o( supplied by Bk. Οὐαλέριος ὁ προγραφείς
ποτε ὑπʼ αὐτῶν ὑπάτευσε μετὰ τοῦ Καίσαρος. κἀν τούτῳ ἄνθρωπός τέ τις μανιώδης ἐς τὸ θέατρον ἐν πανηγύρει τινὶ ἐσπηδήσας τὸν στέφανον τὸν τοῦ προτέρου Καίσαρος ἀνείλετο καὶ περιέθετο, καὶ διεσπάσθη diespa/sqh M, periespa/sqh V. ὑπὸ τῶν περιεστηκότων· καὶ λύκος τε ἐς te e)s Bk., e)/s te *wM. τὸ Τυχαῖον ἐσπίπτων συνελήφθη καὶ κατεσφάγη,
κύων τε κύνα ἐν τῷ ἱπποδρόμῳ παρʼ αὐτὴν τὴν ἅμιλλαν τῶν ἵππων κατειργάσατο καὶ κατέφαγε. καὶ πῦρ ἄλλα τε οὐκ ὀλίγα καὶ αὐτοῦ τοῦ ἱπποδρόμου πολὺ τό τε Δημήτριον καὶ ἕτερον ναὸν
ἐλπίδος ἔφθειρεν. ἔδοξαν μὲν γὰρ οἱ ἐξελεύθεροι αὐτὸ πεποιηκέναι· πᾶσι γὰρ τοῖς ἔν τε τῇ Ἰταλίᾳ αὐτῶν οὖσι καὶ πέντε μυριάδων οὐσίαν ἢ καὶ πλείω κεκτημένοις τὸ ὄγδοον αὐτῆς συντελέσαι ἐκελεύσθη, κἀκ τούτου καὶ ταραχαὶ καὶ φόνοι καὶ ἐμπρήσεις ὑπʼ u(p' St., a)p' *wM. αὐτῶν πολλαὶ ἐγένοντο, καὶ οὐ πρότερόν γε κατέστησαν πρὶν ἢ τοῖς ὅπλοις
καταδαμασθῆναι. ἀφʼ οὗπερ καὶ οἱ ἐλεύθεροι οἵ τι χωρίον ἐν τῇ Ἰταλίᾳ κεκτημένοι φοβηθέντες ἡσύχασαν· καὶ γὰρ ἐκείνοις τὸ τέταρτον τῆς ἐπετησίας προσόδου δοῦναι προσετάχθη, μελλήσαντές τε ἐπὶ τούτῳ κινηθήσεσθαι οὐδὲν ἔτι νεοχμῶσαι ἐτόλμησαν, ἀλλʼ ἀμαχεὶ καὶ ἄκοντες αὐτὸ
συνεσήνεγκαν. ἔδοξε μὲν οὖν διὰ ταῦθʼ ὑπὸ τῶν ἀπελευθέρων τὸ πῦρ ἐξ ἐπιβουλῆς γεγονέναι, οὐ μέντοι ἀλλὰ καὶ αὐτὸ ἐς τὰ πάνυ τέρατα διὰ τὸ τῶν καυθέντων πλῆθος ἐσεγράφη.
τοιούτων δὴ σημείων προφανέντων σφίσιν οὔτε ἐφοβήθησαν οὔθʼ ἧττόν τι ἐπολέμησαν, ἀλλὰ τὸν μὲν χειμῶνα κατασκοπαῖς τε χρώμενοι καὶ παραλυποῦντες ἀλλήλους διετέλεσαν (ὁ γὰρ Καῖσαρ ἐξανήχθη μὲν ἐκ τοῦ Βρεντεσίου καὶ ἔπλευσε μέχρι τῆς Κερκύρας ὡς καὶ ἀπροσδοκήτοις τοῖς πρὸς τῷ Ἀκτίῳ ὁρμοῦσιν ἐπιθησόμενος, χειμῶνι
δὲ περιπεσὼν καὶ πονηθεὶς ἀνεχώρησἐ, τοῦ δὲ δὴ ἦρος ὁ μὲν Ἀντώνιος οὐδαμῇ ἐκινήθη (οἵ τε γὰρ τριηρῖται, ἅτε καὶ σύμμικτοι ἐκ παντοδαπῶν ἐθνῶν ὄντες καὶ πόρρω ἀπʼ αὐτοῦ χειμάζοντες, οὔτε τινὰ ἄσκησιν ἐπεποίηντο καὶ νόσῳ αὐτομολίαις
τε ἠλάττωντο· h)la/ttwnto Zon., h)lattou=nto *wM. καὶ ὁ Ἀγρίππας τήν τε Μεθώνην meqw/nhn *w Zon., moqw/nhn M. ἐκ προσβολῆς λαβὼν καὶ τὸν Βογούαν ἐν αὐτῇ κτείνας, τάς τε κατάρσεις τῶν ὁλκάδων ἐπιτηρῶν καὶ ἀποβάσεις ἄλλοτε ἄλλῃ τῆς Ἑλλάδος ποιούμενος,
ἰσχυρῶς αὐτὸν ἐτάραττενʼ, ὁ δὲ δὴ Καῖσαρ ἐπί τε τούτοις θαρσήσας καὶ βουληθεὶς ὅτι τάχιστα τῇ τοῦ στρατεύματος ὁρμῇ λαμπρῶς ἠσκημένου χρήσασθαι, τόν τε πόλεμον καὶ ἐν τῇ Ἑλλάδι καὶ πρὸς τοῖς ἐκείνου μᾶλλον ἢ ἔν τε τῇ Ἰταλίᾳ
καὶ πρὸς τῇ Ῥώμῃ ποιήσασθαι, πάντας μὲν τοὺς στρατιώτας ὧν τι ὄφελος ἦν, πάντας δὲ τούς τι δυναμένους καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων ἐς τὸ Βρεντέσιον συνήγαγε, τοὺς μὲν ὅπως τι συμπράξωσιν αὐτῷ, τοὺς δʼ ὅπως μηδὲν μονωθέντες νεοχμώσωσι, τό τε μέγιστον ὅπως ἐνδείξηται τοῖς ἀνθρώποις ὅτι καὶ τὸ πλεῖστον καὶ τὸ κράτιστον
τῶν Ῥωμαίων ὁμογνωμονοῦν ἔχοι. κἀντεῦθεν τακτόν τε τῶν οἰκετῶν ἀριθμὸν πᾶσιν ἐπαγαγέσθαι e)pagage/sqai Rk., e)panagage/sqai *wM. καὶ τὴν τροφὴν αὐτοὺς ἑαυτοῖς, πλὴν τῶν στρατιωτῶν, ἐπικομίσασθαι κελεύσας, ἀθρόᾳ τῇ παρασκευῇ
τὸν Ἰόνιον διέβαλεν. ἦγε δὲ αὐτοὺς οὐκ ἐς τὴν Πελοπόννησον οὐδʼ ἐπὶ τὸν Ἀντώνιον, ἀλλὰ πρὸς τὸ Ἄκτιον, ἐν ᾧ τὸ πλεῖον αὐτῷ τοῦ ναυτικοῦ ὥρμει, εἴ πώς σφας ἐθελοντὰς ἢ καὶ ἄκοντας προπαραστήσαιτο. proparasth/saito Bk., prosparasth/saito *wM. Καὶ διὰ τοῦτο τόν τε πεζὸν ὑπὸ τὰ ὄρη τὰ
Κεραύνια ἐκβιβάσας ἐκεῖσε ἔπεμψε, καὶ αὐτὸς ταῖς ναυσὶ τὴν Κέρκυραν ἐκλειφθεῖσαν ὑπὸ τῶν ἐμφρουρούντων λαβὼν ἐς τὸν λιμένα τὸν γλυκὺν ὠνομασμένον κατέσχε (καλεῖται δὲ οὕτως ὅτι πρὸς τοῦ ποταμοῦ τοῦ ἐς αὐτὸν ἐσβάλλοντος γλυκαίνεταἰ, καὶ ναύσταθμόν τε ἐν αὐτῷ ἐποιήσατο καὶ ἐκεῖθεν ὁρμώμενος ἐπὶ τὸ Ἄκτιον
ἐπέπλει. e)pe/plei Pflugk, a)pe/plei *wM. ὡς δʼ οὐδείς οἱ οὔτʼ ἀντανήγετο οὔτʼ ἐς λόγους ᾔει, καίτοι δυοῖν αὐτοῦ θάτερον ἢ πρὸς ὁμολογίαν σφᾶς ἢ πρὸς μάχην προκαλουμένου (τὴν μὲν γὰρ τῇ πίστει τὴν δὲ τῷ δέει οὐκ ἐδέχοντὀ, κατέλαβε τὸ χωρίον τοῦτο ἐν ᾧ νῦν ἡ
Νικόπολίς ἐστι, καὶ ἐν αὐτῷ ἐπὶ μετεώρου, ὅθεν ἐπὶ πάντα ὁμοίως τῆς τε ἔξω τῆς πρὸς Πάξοις θαλάσσης καὶ τῆς εἴσω ei)/sw Bs., e)/sw M, e)/cw V. τῆς Ἀμπρακικῆς τῆς τε ἐν τῷ μέσῳ αὐτῶν, ἐν ᾧ οἱ λιμένες οἱ πρὸς τῇ Νικοπόλει εἰσίν, ἄποπτόν ἐστιν, ἱδρύθη. καὶ αὐτό τε ἐκρατύνατο καὶ τείχη ἀπʼ αὐτοῦ ἐς τὸν
λιμένα τὸν ἔξω τὸν Κόμαρον καθῆκε, κἀκ τούτου καὶ ἐφήδρευε καὶ ἐφώρμει τῷ Ἀκτίῳ καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. ἤδη μὲν γὰρ ἤκουσα ὅτι καὶ τριήρεις ἐκ τῆς ἔξω θαλάσσης ἐς τὸν κόλπον διὰ τοῦ τειχίσματος ὑπερήνεγκε, βύρσαις νεοδάρτοις ἀντὶ ὁλκῶν ἐλαίῳ ἐπαληλιμμέναις
χρησάμενος· ἔχω δʼ οὐδὲν ἔργον τῶν νεῶν τούτων ἐν τῷ κόλπῳ γενόμενον εἰπεῖν, καὶ διὰ τοῦτο οὐδὲ πιστεῦσαι τῷ μυθολογήματι δύναμαι· οὐδὲ γὰρ οὐδὲ σμικρὸν τὸ πρᾶγμα ἦν, διὰ χωρίου οὕτως ὀλίγου καὶ ἀνωμάλου τριήρεις ἐπὶ βυρσῶν διαγαγεῖν.
τοῦτο μὲν οὖν οὕτω λέγεται γενέσθαι· τὸ δʼ Ἄκτιον Ἀπόλλωνος ἱερόν ἐστι, καὶ πρὸ τοῦ στόματος τοῦ πορθμοῦ τοῦ κόλπου τοῦ Ἀμπρακικοῦ κατʼ ἀντιπέρας τῶν πρὸς τῇ Νικοπόλει λιμένων κεῖται. ὅ τε πορθμὸς ἴσος i)/sos R. Steph., i)/sws *wM. ἐπὶ πολὺ διὰ στενοῦ τείνει, καὶ ἔστι καὶ αὐτὸς καὶ τὰ πρὸ αὐτοῦ πάντα καὶ ἐνορμίσασθαι καὶ ἐνναυλοχήσασθαι. Some adjective such as e)pith/deia (R. Steph.), a)/rista (Bk.), or pa/nu kala/ (v. Hers.) has fallen out in the latter part of this sentence.
ταῦτʼ οὖν προκατασχόντες οἱ Ἀντωνίειοι ἐπί τε τοῦ στόματος πύργους ἑκατέρωθεν ἐπῳκοδόμησαν καὶ τὸ μέσον ναυσὶ διέλαβον, ὥστε σφίσι καὶ τοὺς ἔκπλους καὶ τὰς ἀναχωρήσεις ἀσφαλεῖς εἶναι· αὐτοί τε ἐπὶ θάτερα τοῦ qa/tera tou= Rk., qate/rou *wM. πορθμοῦ κατὰ τὸ (??ʼερόν, ἐν χωρίῳ ὁμαλῷ μὲν καὶ πλατεῖ, ἐμμαχέσασθαι δὲ ἢ ἐνστρατοπεδεύσασθαι ἐπιτηδειοτέρῳ, ἐνηυλίζοντο· ἐξ οὗπερ οὐχ ἥκιστα τῇ νόσῳ καὶ ἐν τῷ χειμῶνι, καὶ ἐν τῷ θέρει πολὺ μᾶλλον, ἐπιέσθησαν.
ὁ δʼ οὖν Ἀντώνιος ἐπειδὴ τάχιστα τὴν τοῦ Καίσαρος ἄφιξιν ἐπύθετο, οὐκ ἐμέλλησεν ἀλλʼ ἐς τὸ Ἄκτιον μετὰ τῶν συνόντων οἱ ἠπείχθη. καὶ ἦλθε μὲν οὐ πολλῷ ὕστερον, οὐ μέντοι καὶ ἐς
ἀγῶνα εὐθὺς κατέστη, καίτοι ἐκείνου τόν τε πεζὸν πρὸ τοῦ στρατοπέδου σφῶν συνεχῶς προπαρατάσσοντος καὶ ταῖς ναυσὶ πολλάκις σφίσιν ἐπιπλέοντος, τάς τε ὁλκάδας αὐτῶν κατάγοντος, ὅπως πρὶν πᾶσαν τὴν δύναμιν αὐτῷ συνελθεῖν, μόνοις
τοῖς τότε παροῦσίν οἱ συμμίξῃ· ἐκ γὰρ αὐτοῦ τούτου οὐκ ἠθέλησεν ἐς ἅπαν a(/pan Bk., au)to\n *wM. ἀναρρῖψαι, ἀλλὰ πείραις καὶ ἀκροβολισμοῖς ἐπὶ πολλὰς ἡμέρας ἐχρήσατο, μέχρις οὗ τὰ στρατεύματα συνελέξατο. τούτοις δέ, ἄλλως τε καὶ τοῦ Καίσαρος μηκέθʼ ὁμοίως ἐγκειμένου, τόν τε πορθμὸν ἐπιδιέβη καὶ
οὐ πόρρω αὐτοῦ ἐστρατοπεδεύσατο, κἀκ τούτου καὶ ἱππικὸν περὶ τὸν κόλπον περιπέμψας ἀμφοτέρωθεν αὐτῷ προσήδρευεν. ὁ οὖν Καῖσαρ αὐτὸς μὲν ἡσύχαζε καὶ οὐδένα ἔτι κίνδυνον αὐθαίρετον ἀνῃρεῖτο, ἐς δὲ δὴ τὴν Ἑλλάδα τήν τε Μακεδονίαν ἔπεμψέ τινας, ὅπως τὸν Ἀντώνιον πρὸς ἐκεῖνα
ἀπαγάγῃ. καὶ οἱ μὲν ταῦτʼ ἔπραττον, Ἀγρίππας δὲ τότε μὲν τήν τε Λευκάδα καὶ τὰ ἐν αὐτῇ σκάφη αἰφνιδίως ἐπεσπλεύσας ἔλαβε, καὶ Πάτρας εἷλε Κύιντον Νασίδιον *nasi/dion Reim., a)si/dion *wM. ναυμαχίᾳ νικήσας, ὕστερον δὲ καὶ τὴν Κόρινθον παρεστήσατο. ὡς οὖν ταῦτά τε συνέβη, καὶ ὁ Τίτιος ὁ Μᾶρκος ὅ τε Ταῦρος ὁ Στατίλιος τό τε ἱππικὸν τοῦ Ἀντωνίου ἐξαίφνης ἐπεκδραμόντες ἐκράτησαν καὶ Φιλάδελφον βασιλέα