Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 50

16.3 καὶ ἀσθενέστερα τῶν ἡμετέρων ἐστί. καὶ μὴν καὶ τὰ χρήματα ἐκείνοις μὲν ὀλίγα καὶ ταῦτα ἐκ συντελείας βιαίου πεπορισμένα οὔτʼ ἂν ἐπὶ πολὺ ἐξαρκέσειεν ἄν, καὶ τοὺς συνεσενηνοχότας αὐτὰ οἰκειοτέρους ἡμῖν ἢ τοῖς λαβοῦσι πεποίηκεν εἶναι, ὥστε μήτʼ ἄλλως εὐνοϊκῶς σφας αὐτοῖς au)toi=s Oddey, au)tou\s *wM. ἔχειν καὶ προσέτι καὶ ἐκ τοῦ φανεροῦ στασιάζειν· ἡμῖν δὲ ἐκ περιουσίας παρεσκευασμένα οὔτε λελύπηκέ τινα καὶ πάντας ἡμᾶς ὠφελήσει.
17.1 πρὸς δὲ τούτοις τοσούτοις τε καὶ τοιούτοις οὖσιν ὤκνησα μὲν ἄλλως αὐτὸς περὶ ἐμαυτοῦ σεμνόν τι εἰπεῖν· ἐπειδὴ δὲ καὶ τοῦθʼ ἓν τῶν πρὸς τὸ τοῦ πολέμου κράτος φερόντων ἐστὶ καὶ μέγιστόν γε παρὰ πᾶσιν ἀνθρώποις εἶναι πεπίστευται, λέγω δὲ τὸ καὶ to\ kai\ Rk., kai\ to\ *wM. στρατηγοῦ τινος ἀρίστου τοὺς καλῶς
17.2 πολεμήσοντας τυχεῖν, ἀναγκαιότατόν μοι τὸν περὶ ἐμαυτοῦ λόγον αὐτὴ au)th\ Bk., au(/th *wM. ἡ χρεία πεποίηκεν, ἵνʼ ἔτι μᾶλλον εἰδῆτε τοῦθʼ, ὅτι αὐτοί τε τοιοῦτοί ἐστε οἷοι καὶ ἄνευ ἄρχοντος ἀγαθοῦ νικᾶν, καὶ ἐγὼ τοιοῦτος οἷος καὶ μετὰ κακῶν στρατιωτῶν κρατεῖν δύνασθαι.
17.3 τήν τε γὰρ ἡλικίαν ταύτην ἄγω ἐν ᾗ καὶ μάλιστα ἄνθρωποι καὶ τῷ σώματι καὶ τῇ διανοίᾳ ἀκμάζουσι, καὶ μήτε τῇ τῆς νεότητος προπετείᾳ μήτε τῇ τοῦ γήρως ἐκλύσει κακύνονται, ἀλλʼ αὐτὸ τὸ μέσον ἑκατέρου ἔχοντες ἔρρωνται τὰ μάλιστα·
17.4 καὶ προσέτι τοιαύτῃ μὲν φύσει τοιαύτῃ δὲ καὶ παιδείᾳ κέχρημαι ὥστε καὶ γνῶναι πάντα τὰ προσήκοντα καὶ εἰπεῖν ῥᾷστα δύνασθαι. τήν τε ἐμπειρίαν, ἥπερ που καὶ τοὺς ἀνοήτους καὶ τοὺς ἀπαιδεύτους λόγου τινὸς ἀξίους δοκεῖν εἶναι ποιεῖ, διὰ πάντων μὲν τῶν πολιτικῶν πάντων δὲ τῶν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi