Kitap 50
13.5
ἀπαγάγῃ. καὶ οἱ μὲν ταῦτʼ ἔπραττον, Ἀγρίππας δὲ τότε μὲν τήν τε Λευκάδα καὶ τὰ ἐν αὐτῇ σκάφη αἰφνιδίως ἐπεσπλεύσας ἔλαβε, καὶ Πάτρας εἷλε Κύιντον Νασίδιον *nasi/dion Reim., a)si/dion *wM. ναυμαχίᾳ νικήσας, ὕστερον δὲ καὶ τὴν Κόρινθον παρεστήσατο. ὡς οὖν ταῦτά τε συνέβη, καὶ ὁ Τίτιος ὁ Μᾶρκος ὅ τε Ταῦρος ὁ Στατίλιος τό τε ἱππικὸν τοῦ Ἀντωνίου ἐξαίφνης ἐπεκδραμόντες ἐκράτησαν καὶ Φιλάδελφον βασιλέα
13.6
Παφλαγονίας προσεποιήσαντο, κἀν τούτῳ καὶ ὁ Δομίτιος ὁ Γναῖος ἀχθεσθείς τι τῇ Κλεοπάτρᾳ μετέστη, — καὶ χρήσιμος μὲν οὐδὲν τῷ Καίσαρι ἐγένετο (νοσήσας γὰρ οὐκ ἐς μακρὰν ἐτελεύτησενʼ, ἔδοξε δʼ οὖν d' ou)=n Leuncl., gou=n *wM. ὡς καὶ κατεγνωκὼς τῶν πραγμάτων παρʼ οἷς ἦν ηὐτομοληκέναι (καὶ
13.7
γὰρ καὶ ἄλλοι αὐτὸν συχνοὶ ἐμιμήσαντὀ, — οὐκέθʼ ὁμοίως ὁ Ἀντώνιος ἐθάρσει, ἀλλʼ ὑπετόπει τε πάντας καὶ ἀπέκτεινεν ἐκ τούτου ἄλλους τε καὶ Ἰάμβλιχον Ἀραβίων τινῶν βασιλέα βασανίσας, Κύιντόν τε Ποστούμιον βουλευτὴν διασπάσασθαί
13.8
τισιν ἐπιτρέψας. καὶ τέλος φοβηθεὶς μὴ καὶ ὁ Δέλλιος ὁ Κύιντος ὅ τε Ἀμύντας ὁ Γαλάτης (ἔτυχον δὲ ἐπὶ μισθοφόρους ἔς τε τὴν Μακεδονίαν καὶ ἐς τὴν Θρᾴκην πεπεμμένοἰ τὰ τοῦ Καίσαρος ἀνθέλωνται, ὥρμησε πρὸς αὐτοὺς ὡς καὶ ἐπικουρήσων σφίσιν, ἄν τι πολέμιον προσπέσῃ.
14.1
κἀν τούτῳ ναυμαχία τις ἐγένετο. ὁ γὰρ Σόσσιος Λουκίου Ταρρίου ναυσὶν ὀλίγαις ἐφορμοῦντός σφισιν ἐλπίσας ἄξιόν τι λόγου πράξειν, ἂν πρὶν τὸν Ἀγρίππαν, ᾧ πᾶν τὸ ναυτικὸν ἐπετέτραπτο,