Kitap 50
12.4
Νικόπολίς ἐστι, καὶ ἐν αὐτῷ ἐπὶ μετεώρου, ὅθεν ἐπὶ πάντα ὁμοίως τῆς τε ἔξω τῆς πρὸς Πάξοις θαλάσσης καὶ τῆς εἴσω ei)/sw Bs., e)/sw M, e)/cw V. τῆς Ἀμπρακικῆς τῆς τε ἐν τῷ μέσῳ αὐτῶν, ἐν ᾧ οἱ λιμένες οἱ πρὸς τῇ Νικοπόλει εἰσίν, ἄποπτόν ἐστιν, ἱδρύθη. καὶ αὐτό τε ἐκρατύνατο καὶ τείχη ἀπʼ αὐτοῦ ἐς τὸν
12.5
λιμένα τὸν ἔξω τὸν Κόμαρον καθῆκε, κἀκ τούτου καὶ ἐφήδρευε καὶ ἐφώρμει τῷ Ἀκτίῳ καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. ἤδη μὲν γὰρ ἤκουσα ὅτι καὶ τριήρεις ἐκ τῆς ἔξω θαλάσσης ἐς τὸν κόλπον διὰ τοῦ τειχίσματος ὑπερήνεγκε, βύρσαις νεοδάρτοις ἀντὶ ὁλκῶν ἐλαίῳ ἐπαληλιμμέναις
12.6
χρησάμενος· ἔχω δʼ οὐδὲν ἔργον τῶν νεῶν τούτων ἐν τῷ κόλπῳ γενόμενον εἰπεῖν, καὶ διὰ τοῦτο οὐδὲ πιστεῦσαι τῷ μυθολογήματι δύναμαι· οὐδὲ γὰρ οὐδὲ σμικρὸν τὸ πρᾶγμα ἦν, διὰ χωρίου οὕτως ὀλίγου καὶ ἀνωμάλου τριήρεις ἐπὶ βυρσῶν διαγαγεῖν.
12.7
τοῦτο μὲν οὖν οὕτω λέγεται γενέσθαι· τὸ δʼ Ἄκτιον Ἀπόλλωνος ἱερόν ἐστι, καὶ πρὸ τοῦ στόματος τοῦ πορθμοῦ τοῦ κόλπου τοῦ Ἀμπρακικοῦ κατʼ ἀντιπέρας τῶν πρὸς τῇ Νικοπόλει λιμένων κεῖται. ὅ τε πορθμὸς ἴσος i)/sos R. Steph., i)/sws *wM. ἐπὶ πολὺ διὰ στενοῦ τείνει, καὶ ἔστι καὶ αὐτὸς καὶ τὰ πρὸ αὐτοῦ πάντα καὶ ἐνορμίσασθαι καὶ ἐνναυλοχήσασθαι. Some adjective such as e)pith/deia (R. Steph.), a)/rista (Bk.), or pa/nu kala/ (v. Hers.) has fallen out in the latter part of this sentence.