Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 49

7.3 ἐταλαιπώρουν, καὶ τοῖς περιλοίποις πολὺ πλείω πόνον ἢ οἱ πολέμιοι παρεῖχον· εἴτε γὰρ φέροιντο, καὶ τοὺς ἀνέχοντάς σφας προσαπώλλυσαν, εἴτε καὶ κατελείποντο, τὸ στράτευμα πᾶν ἐς ἀθυμίαν ὀλοφυρόμενοι καθίστασαν. κἂν πασσυδὶ διεφθάρησαν, εἰ μήπερ οἱ πολέμιοι καὶ ἄκοντές σφων
7.4 ἀπέσχοντο. ὅ τε γὰρ Ἀγρίππας τότε μὲν νικήσας τὴν ναυμαχίαν πρὸς τὴν Λιπάραν ἀνέπλευσε, μαθὼν δὲ τόν τε Σέξτον ἐς τὴν Μεσσήνην πεφευγότα καὶ τὸν Δημοχάρην ἄλλοσέ ποι ἀπεληλυθότα, ἐπεραιώθη ἐς τὴν Σικελίαν καὶ καταλαβὼν τάς τε Μύλας καὶ τὴν Τυνδαρίδα σῖτόν τέ σφισι καὶ
7.5 στρατιώτας ἔπεμψε· καὶ ὁ Σέξτος οἰηθεὶς καὶ αὐτὸν ἐκεῖνον ἥξειν ἐφοβήθη καὶ σπουδῇ προανεχώρησεν, ὥστε καὶ σκεύη τινὰ καὶ ἐπιτήδεια ἐν τῷ ἐρύματι καταλιπεῖν, ἐξ ὧν τὴν τροφὴν ἄφθονον οἱ περὶ τὸν Κορνουφίκιον ἔχοντες πρὸς τὸν
7.6 Ἀγρίππαν ἀπεσώθησαν. καὶ αὐτοὺς ὁ Καῖσαρ καὶ ἐπαίνοις καὶ δωρεαῖς ἀνεκτήσατο, καίπερ ὑπεροπτικώτατά u(peroptikw/tata/ Xyl., u(poptikw/tata/ LM. σφισιν ἐπὶ τῇ τοῦ Ἀγρίππου ναυκρατίᾳ, ὡς καὶ διαπεπολεμηκότος, χρησάμενος. τοσοῦτον γάρ που καὶ ὁ Κορνουφίκιος ἐπὶ τῇ τῶν στρατιωτῶν σωτηρίᾳ ἐφρόνει ὥστε καὶ ἐν τῇ Ῥώμῃ ἐπὶ ἐλέφαντος, ὁσάκις ἔξω τῆς οἰκίας ἐδείπνει, ἀνακομίζεσθαι.
8.1 τῷ δʼ οὖν Καίσαρι ἐς τὴν Σικελίαν μετὰ τοῦτʼ ἐλθόντι ὁ Σέξτος περὶ τὸ Ἀρτεμίσιον ἀντεστρατοπεδεύσατο· καὶ μάχην μὲν οὐδεμίαν εὐθὺς μεγάλην ἐμαχέσαντο, ἱππομαχίας δέ τινας βραχείας ἐποιοῦντο. ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις, τῷ μὲν Σέξτῳ ὁ Γάλλος ὁ Τισιῆνος, τῷ δὲ Καίσαρι

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi