Kitap 49
43.7
ἐπειδή τε Λούκιός τις Ἀσέλλιος *)ase/llios Pighius, a)su/llios LM. στρατηγῶν τὴν ἀρχὴν διὰ μακρὰν ἀρρωστίαν ἀφεῖναι ἠθέλησε, τὸν υἱὸν αὐτοῦ ἀνταπέδειξε· καὶ στρατηγοῦ ἑτέρου τῇ τελευταίᾳ ἡμέρᾳ ἀποθανόντος ἄλλον ἐς τὰς περιλιπεῖς ὥρας ἐφείλετο. e)fei/leto M, a)fei/leto L. τοῦ τε Βόκχου τελευτήσαντος οὐδενὶ τὴν βασιλείαν αὐτοῦ ἔδωκεν, ἀλλʼ ἐς τὰ τῶν Ῥωμαίων ἔθνη αὐτὴν ἐσέγραψεν.
43.8
ἐπειδή τε οἱ Δελμάται παντελῶς ἐκεχείρωντο, τάς τε στοὰς ἀπὸ τῶν λαφύρων αὐτῶν καὶ τὰς ἀποθήκας τῶν βιβλίων τὰς Ὀκταουιανὰς ἐπὶ τῆς ἀδελφῆς αὐτοῦ κληθείσας κατεσκεύασεν.
44.1
Ἀντῶνιος δὲ ἐν τούτῳ ἤλασε μὲν μέχρι τοῦ Ἀράξου ὡς καὶ ἐπὶ τοὺς Πάρθους στρατεύσων, ἠρκέσθη δὲ τῇ πρὸς τὸν Μῆδον ὁμολογίᾳ· συμμαχήσειν τε γὰρ ἀλλήλοις, ὁ μὲν ἐπὶ τοὺς Πάρθους
44.2
ὁ δὲ ἐπὶ τὸν Καίσαρα, συνέθεντο, καὶ ἐπὶ τούτῳ στρατιώτας τέ τινας ἀντέδοσάν σφισι, καὶ ὁ μὲν τῆς Ἀρμενίας τῆς νεοκτήτου τινὰ ἔλαβεν, ὁ δὲ τὴν θυγατέρα αὐτοῦ Ἰωτάπην ὡς καὶ τῷ Ἀλεξάνδρῳ συνοικήσουσαν, καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ τὰ ἐν τῇ τοῦ Στατιανοῦ μάχῃ ἁλόντα.
44.3
κἀκ τούτου ὁ μὲν Ἀντώνιος τῷ τε Πολέμωνι τὴν μικροτέραν Ἀρμενίαν, ὥσπερ εἶπον, χαρισάμενος, καὶ Λούκιον Φλάουιον *fla/ouion Panvinius, xlauou/ion LM. ποιήσας τε ἅμα ὕπατον καὶ παύσας (συνῆν γὰρ αὐτᾦ, ἔς τε τὴν Ἰωνίαν καὶ ἐς τὴν Ἑλλάδα ἐπὶ τῷ τοῦ Καίσαρος πολέμῳ