Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 49

39.6 δασμολογήσῃ. ὡς δʼ οὔτε οἱ χρυσοφύλακες xrusofu/lakes R. Steph., xrusiofu/lakes M. προσεῖχον αὐτῷ καὶ οἱ τὰ ὅπλα ἔχοντες Ἀρτάξην τὸν πρεσβύτατον τῶν παίδων αὐτοῦ βασιλέα ἀνθείλοντο, ἔδησεν αὐτὸν ἀργυραῖς ἁλύσεσιν· αἰσχρὸν γάρ, ὡς ἔοικεν, ἦν βασιλέα αὐτὸν γεγονότα
40.1 σιδηραῖς δεθῆναι. κἀκ τούτου τοὺς μὲν ἐθελοντὶ e)qelonti\ Leuncl., e)qelonth=i M. τοὺς δὲ καὶ βίᾳ λαβὼν πᾶσαν τὴν Ἀρμενίαν κατέσχεν· ὁ γὰρ Ἀρτάξης ἐπειδὴ συμβαλών οἱ ἠλαττοῦτο,
40.2 πρὸς τὸν Πάρθον ἀπεχώρησε. πράξας δὲ ταῦτα, καὶ τῷ υἱεῖ τὴν τοῦ Μήδου θυγατέρα, ὅπως ἔτι καὶ μᾶλλον αὐτὸν προσεταιρίσηται, μνηστεύσας, τά τε στρατόπεδα ἐν τῇ Ἀρμενίᾳ κατέλιπε καὶ ἐς τὴν Αἴγυπτον ἀνεκομίσθη, τήν τε ἄλλην λείαν πολλὴν καὶ τὸν Ἀρμένιον μετά τε τῆς γυναικὸς
40.3 καὶ μετὰ παίδων ἄγων. καί σφας σὺν τοῖς ἄλλοις αἰχμαλώτοις καὶ ἐν ἐπινικίοις τισὶν ἐς e)s Rk., e)s te M. τὴν Ἀλεξάνδρειαν προπέμψας αὐτὸς ἐφʼ ἅρματος ἐσήλασε, καὶ τά τε ἄλλα πάντα τῇ Κλεοπάτρᾳ ἐχαρίσατο καὶ τὸν Ἀρμένιον μετὰ τῶν οἰκείων ἐν χρυσοῖς δεσμοῖς προσήγαγε. προεκάθητο δὲ ἐν μέσῳ τῷ πλήθει ἐπί τε βήματος ἐπαργύρου καὶ
40.4 ἐπὶ δίφρου ἐπιχρύσου. οἵ γε μὴν βάρβαροι οὔθʼ ἱκέτευσαν αὐτὴν οὔτε προσεκύνησαν, καίτοι πολλὰ μὲν καὶ ἀναγκαζόμενοι πολλὰ δὲ καὶ ἐλπίσιν ἀναπειθόμενοι, ἀλλʼ ὀνομαστί ἑ προσαγορεύσαντες δόξαν μὲν φρονήματος ἔλαβον, κακουχίᾳ δὲ πολλῇ διὰ τοῦτο συνέσχοντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi