Kitap 49
19.2
τῆς στρατιᾶς ἐποίησε. Χανναῖόν τινα δυνάστην γνωρίμως μὲν καὶ αὐτῷ ἔχοντα, τὰ δὲ δὴ τῶν Πάρθων μᾶλλον φρονοῦντα εἰδώς, τά τε ἄλλα ὡς καὶ πιστότατόν οἱ ὄντα ἐτίμα καὶ σύμβουλον ἔστιν ὧν ἐποιεῖτο, ἐξ ὧν αὐτὸς μὲν οὐδὲν βλαβήσεσθαι, ἐκείνῳ δὲ δὴ πίστιν τοῦ καὶ τὰ ἀπορρητότατα δῆθεν αὐτῷ συνειδέναι παρέξειν ἔμελλεν.
19.3
ἐπειδή τε ἐνταῦθα ἦν, φοβεῖσθαί τε ἐπλάσατο μή πως οἱ βάρβαροι τὴν συνήθη σφίσι διάβασιν τοῦ Εὐφράτου, παρʼ ᾗ τὸ Ζεῦγμα ἡ πόλις ἔστι, παραλιπόντες ἑτέρᾳ τινὶ ὁδῷ κάτω τοῦ ποταμοῦ χρήσωνται (τῇ μὲν γὰρ πεδία τοῖς πολεμίοις ἐπιτήδεια, τῇ δὲ γηλόφους ἑαυτοῖς πρέποντας
19.4
εἶναι ἔλεγἐ, καὶ τοῦτο kai\ tou=to Bk., ka)k tou/tou LM. αὐτόν τʼ t' supplied by Pflugk. ἀνέπεισε πιστεῦσαι, καὶ τὸν Πάκορον διʼ αὐτοῦ προσεξηπάτησε· τὴν γὰρ πεδιάδα, ἣν προσεποιεῖτο ὁ Οὐεντίδιος μὴ βούλεσθαι αὐτὸν ἐλθεῖν, μακροτέραν τῆς ἑτέρας οὖσαν τραπεὶς παρέσχεν οἱ
20.1
καιρὸν τὰς δυνάμεις ἀθροῖσαι. καὶ οὕτως ἐν τῇ Συρίᾳ αὐτῷ τῇ Κυρηστικῇ γενομένῳ συμβαλὼν ἐνίκησεν. ἐπειδὴ γὰρ οὔτε τὸν ποταμὸν διαβῆναί σφας ἐκώλυσεν οὔτʼ αὖ διαβᾶσιν εὐθὺς ἐπέθετο, μαλακίαν τέ τινα καὶ ἀρρωστίαν τῶν Ῥωμαίων κατέγνωσαν, κἀκ τούτου πρὸς τὸ ἔρυμα αὐτῶν καίπερ ἐν μετεώρῳ ὂν προσήλασαν ὡς καὶ