Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 49

18.5 L here has a lacuna of eighteen to tsenty letters, M of about thirty-four. The scribe of L' supplied e)/graye before i(/na. τοῦ οὖν δευτέρου γραμματοφόρου τὸν πρότερον φθάσαντος, ὕστερον τὰ περὶ τοῦ θανάτου αὐτοῦ γράμματα ὁ Τίτιος λαβών, καὶ νομίσας ὄντως δεύτερα εἶναι, ἢ καὶ γνοὺς μὲν τὴν ἀλήθειαν, οὐκ ἐθελήσας δὲ αὐτῇ πιστεῦσαι, τῇ τάξει τῆς κομιδῆς αὐτῶν ἀλλʼ οὐ τῇ γνώμῃ προσέσχε.
18.6 καὶ οὕτως ὅ τε Σέξτος ἐπί τε τοῦ Κορνουφικίου τοῦ Λουκίου καὶ ἐπὶ Σέξτου τινὸς Πομπηίου ὑπάτων ἀπέθανε, καὶ διὰ τοῦτο καὶ ὁ Καῖσαρ ἱπποδρομίαν τε ἐποίησε καὶ τῷ Ἀντωνίῳ ἅρμα τε ἔμπροσθεν τοῦ βήματος καὶ εἰκόνας ἐν τῷ Ὁμονοείῳ ἔστησε, τό τε ἐξουσίαν σύν τε τῇ γυναικὶ καὶ τοῖς τέκνοις ἑστιᾶσθαι ἐνταῦθʼ ἔχειν ἔδωκεν,
18.7 ὥσπερ ποτὲ καὶ αὐτῷ ἐψήφιστο· φίλος τε γὰρ ἔτι οἱ εἶναι ἐπλάττετο, καὶ ἐκεῖνόν τε ἐπὶ e)pi\ Pflugk, e)n LM. ταῖς ἀπὸ τῶν Πάρθων συμφοραῖς παρεμυθεῖτο δῆθεν, καὶ ἑαυτοῦ τὸ ἐπίφθονον πρός τε τὴν νίκην καὶ πρὸς τὰ ψηφισθέντα ἐπʼ αὐτῇ ἐξηκεῖτο. e)chkei=to Rk., e)chgei=to LM.
19.1 καὶ ὁ μὲν ταῦτα ἔπραττε, τὰ δὲ δὴ τοῦ Ἀντωνίου τῶν τε βαρβάρων ὧδε ἔσχεν. ὁ Οὐεντίδιος ὁ Πούπλιος τὸν Πάκορον στράτευμά τε ἀθροίζειν καὶ ἐς τὴν Συρίαν ἐμβάλλειν μαθὼν ἔδεισεν, ἐπειδὴ μήτε αἱ πόλεις πω καθειστήκεσαν καὶ τὰ στρατόπεδα ἐν τοῖς χειμαδίοις ἔτι διέσπαρτο, καὶ τοιόνδε τι ἔς τε τὴν διατριβὴν αὐτοῦ καὶ ἐς τὴν βραδυτῆτα

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi