Kitap 49
13.1
πράσσοντι δʼ αὐτῷ ταῦτα οἱ στρατιῶται ἐστασίασαν· ἄλλως τε γὰρ οὐκ ὀλίγοι ὄντες πρὸς τὴν ὄψιν τοῦ πλήθους σφῶν ἐθρασύνοντο, καὶ τοὺς κινδύνους τάς τε ἐλπίδας τὰς ἐπʼ αὐτοῖς ἐκλογιζόμενοι πρός τε τὰ γέρα ἀπλήστως εἶχον, καὶ συλλεγόμενοι κατʼ ἀλλήλους ᾔτουν ὅ τι τις ἐπόθει.
13.2
ἐπειδή τε μάτην ἐθρύλουν (ὁ γὰρ Καῖσαρ, ἅτε μηδενὸς ἔτι πολεμίου οἱ παρόντος, ἐν ὀλιγωρίᾳ αὐτοὺς ἐποιεῖτὀ, ἐθορύβουν· καὶ αὐτῷ καὶ προφέροντες πάνθʼ ὅσʼ ἐτεταλαιπώρηντο, καὶ προβάλλοντες εἴ τί που ὑπέσχητό σφισι, πολλὰ ἐπηπείλουν, καὶ ἐνόμιζον καὶ ἄκοντα αὐτὸν καταδουλώσεσθαι.
13.3
ἐπεὶ δʼ οὐδὲν ἐπέραινον, τῆς γοῦν στρατείας ὡς καὶ κεκμηκότες ἀφεθῆναι ἠξίουν, θυμῷ καὶ βοῇ ἀπλέτῳ χρώμενοι, οὐχ ὅτι καὶ ἐβούλοντο αὐτῆς ἀπαλλαγῆναι (καὶ γὰρ ἤκμαζόν σφων οἱ πλείονεσʼ, ἀλλʼ ὅτι τὸν to\n Rk., to\n me\n LM. πόλεμον τὸν πρὸς τὸν Ἀντώνιόν οἱ ἐσόμενον ὑπετόπουν καὶ διὰ τοῦθʼ ἑαυτοὺς ἀνετίμων· ὧν γὰρ ἀπαιτοῦντες οὐκ ἐτύγχανον, ταῦτʼ ἐγκαταλείψειν αὐτὸν ἀπειλοῦντες
13.4
λήψεσθαι προσεδόκων. οὐ μὴν οὐδὲ τοῦτό σφισι προυχώρησεν· ὁ γὰρ Καῖσαρ, εἰ καὶ τὰ μάλιστα τόν τε πόλεμον ἀκριβῶς ᾔδει γενησόμενον καὶ τὰ ἐκείνων βουλήματα σαφῶς συνίει, ἀλλʼ οὔτοι καὶ ὑπεῖξεν αὐτοῖς, νομίζων μηδὲν δεῖν τὸν ἄρχοντα παρὰ γνώμην ὑπὸ τῆς τῶν στρατιωτῶν βίας ποιεῖν, ὡς καὶ ἄλλο τι αὖθίς σφων