Kitap 49
10.4
ἁλισκόμενος ἑαυτὸν ἀπέσφαξεν, ὁ δʼ Ἀπολλοφάνης ἄθραυστον τὴν ναῦν ἔχων καὶ δυνηθεὶς ἂν φυγεῖν προσεχώρησε τῷ Καίσαρι. τὸ δʼ αὐτὸ τοῦτο καὶ ἄλλοι, ὅ τε Γάλλος καὶ οἱ ἱππῆς οἱ σὺν αὐτῷ πάντες, καὶ μετὰ ταῦτα καὶ πεζοί τινες
11.1
ἐποίησαν. ἀφʼ οὗπερ οὐχ ἥκιστα ὁ Σέξτος ἀπογνοὺς τὰ παρόντα φυγεῖν ἐβουλεύσατο, καὶ παραλαβὼν τήν τε θυγατέρα καὶ ἄλλους, τά τε χρήματα καὶ τὰ λοιπὰ τὰ πλείστου ἄξια ἐς τὰς ναῦς τὰς ἄριστα τῶν σωθεισῶν πλεούσας ἐσθέμενος, e)sqe/menos R. Steph., e)nqe/menos Zon., ai)sqo/menos LM. νυκτὸς ἀπῆρεν. οὐδὲ ἐπεδίωξέ τις αὐτόν· ἐκεῖνός τε γὰρ λάθρᾳ ἐξέπλευσε, καὶ ὁ Καῖσαρ ἐν μεγάλῃ ταραχῇ παραχρῆμα ἐγένετο.
11.2
ὁ γὰρ Λέπιδος τῇ τε Μεσσήνῃ προσέπεσε, καὶ ἐσδεχθεὶς ἐς αὐτὴν τὰ μὲν ἐνεπίμπρη τὰ δʼ ἥρπαζεν· ἐπειδή τε ἐκεῖνος αἰσθόμενος τοῦτʼ ἐπῆλθέ τέ οἱ διὰ ταχέων καὶ ἐμποδὼν ἐγίγνετο, τῆς μὲν πόλεως ὑπεξῆλθε φοβηθείς, ἐπὶ δὲ λόφον τινὰ καρτερὸν ἀναστρατοπεδευσάμενος ἐγκλήματα ἐποιεῖτο, καταλέγων πάνθʼ ὅσα ἐλαττοῦσθαι ἐνόμιζε,
11.3
καὶ τά τε ἄλλα ἀπῄτει ὅσα αὐτῷ κατὰ τὴν πρώτην σφῶν συνωμοσίαν ἐδέδοτο, καὶ τῆς Σικελίας ὡς καὶ συγκαταστρεψάμενος αὐτὴν ἀντεποιεῖτο. καὶ ὁ μὲν ταῦτά τε τῷ Καίσαρι πέμπων τινὰς
11.4
ἐπεκάλει, καὶ ἐς δίκην αὐτὸν προυκαλεῖτο (εἶχε δὲ τάς τε δυνάμεις ἃς ἐκ τῆς Λιβύης ἐπῆκτο, καὶ τοὺς ἐγκαταλειφθέντας ἐν τῇ Μεσσήνῃ πάντας, ἐπειδὴ καὶ πρώτως ἐς αὐτὴν ἐσεληλύθει καί τινα καὶ ἐλπίδα νεωτέρων σφίσι πραγμάτων ὑπεβεβλήκεἰ·