Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 49

9.5 ἔρρωντο. καὶ διὰ τοῦτο καὶ σιωπῇ, ὅπως αὐτοί τε πρὸς τὰ γιγνόμενα ἀποβλέπωσι καὶ τοὺς ἐν τῷ ἔργῳ μὴ ἀποτρίβωσι, καὶ κραυγῇ μικρᾷ ἐχρῶντο, τούς τε ναυμαχοῦντας ἀνακαλοῦντες καὶ τοὺς θεοὺς ἐπιβοώμενοι, καὶ τοὺς μὲν κρατοῦντάς σφων
9.6 ἐπαινοῦντες τοὺς δʼ ἡττωμένους λοιδοροῦντες, καὶ πολλὰ μὲν ἐκείνοις ἀντιπαρακελευόμενοι πολλὰ δὲ καὶ ἀλλήλοις ἀντιβοῶντες, τοῦ τε τοὺς σφετέρους ῥᾷον τὰ λεγόμενα ἀκούειν καὶ τοῦ τοὺς tou= tou\s M, tou/tous L. ἐναντίους ἧττον τῶν οἰκείων ἐπαΐειν.
10.1 τέως μὲν οὖν ἰσοπαλεῖς ἦσαν, οὕτω τε ταῦτα παρʼ ἀμφοτέρων ὁμοίως ἐγίγνετο, καί τι καὶ τοῖς σώμασιν ὡς καὶ ἰδεῖν καὶ νοῆσαι δυναμένοις σφίσιν ἐνεδείκνυντο· ἐπεὶ δὲ ἐτράποντο οἱ τοῦ Σέξτου, ἐνταῦθα ἤδη ἀθρόοι καὶ ἀπὸ μιᾶς ὁρμῆς οἱ μὲν
10.2 ἐπαιώνισαν οἱ δὲ ὠλοφύραντο. w)lofu/ranto Bk., w)lofu/ronto LM Zon. καὶ οὗτοι μέν, ὡς καὶ αὐτοὶ συννενικημένοι, πρὸς τὴν Μεσσήνην εὐθὺς ἀπεχώρησαν· ὁ δὲ δὴ Καῖσαρ τούς τε ἐκπίπτοντας τῶν ἡττωμένων ἐς τὴν γῆν ἐξεδέχετο, καὶ ἐς αὐτὴν τὴν θάλασσαν ἐπεσβαίνων πάντα τὰ σκάφη τά γε ge Rk., te LM. ἐς τὸ τεναγῶδες ὀκέλλοντα κατεπίμπρη,
10.3 ὥστε μήτε τοῖς ἔτι πλέουσιν ἀσφάλειαν εἶναι (πρὸς γὰρ τοῦ Ἀγρίππου ἐκόπτοντὀ μήτε τοῖς προσίσχουσί prosi/sxousi/ Reim., proi/sxousi/ LM. πῃ (πρὸς γὰρ τοῦ Καίσαρος διώλλυντὀ, πλὴν ὀλίγων, ὅσοι ἐς τὴν Μεσσήνην προκατέφυγον. κἀν τούτῳ τῷ πόνῳ ὁ μὲν Δημοχάρης

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi