Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 49

 
τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ ἐνάτῳ τῶν Δίωνος Ῥωμαϊκῶν
 
α. ὡς Καῖσαρ Σέξτον *se/cton, *se/ctos, *se/ctou Dind., se/cston, se/cstos, se/cstou LM (as usual'. ἐνίκησε καὶ Λέπιδον καθεῖλεν.
 
β. ὡς Οὐεντίδιος Πάκορον νικήσας ἀπέκτεινεν καὶ τοὺς Πάρθους
 
ὑπὲρ τὸν Εὐφράτην ἐξήλασεν.
 
γ. ὡς Ἀντώνιος ὑπὸ Πάρθων ἡττήθη. 5
 
δ. ὡς Καῖσαρ Παννονίους κατεστρέψατο.
 
ε. ὡς Ἀντώνιος Ἀρταουάσδην τὸν Ἀρμενίων βασιλέα ἀπατήσας εἷλεν.
 
ζ. ὡς ἡ Παύλου στοὰ καθιερώθη.
 
η. ὡς Μαυριτανία ἡ περὶ Καισύρειαν Ῥωμαίων ἐγένετο.
 
χρόνου πλῆθος ἔτη τέτταρα ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο 10
 
λ. Γέλλιος Λ. υἱ. Ποπλικόλας *popliko/las R. Steph., popliko/llas LM.
 
μ. Κοκκήιος *kokkh/ios Leuncl., ko/kkios LM (and so belos'. υἱ. ui(. added by Bs. Νέρουας *ne/rouas R. Steph., ne/rbas LM. ὕπ.
 
λ. Κορνουφίκιος Λ. υἱ.
 
Σέξτος *se/cton, *se/ctos, *se/ctou Dind., se/cston, se/cstos, se/cstou LM (as usual'. Πομπήιος *pomph/ios Xyl., po/ppios LM. Σέξτου *se/cton, *se/ctos, *se/ctou Dind., se/cston, se/cstos, se/cstou LM (as usual'. υἱ. ὕπ. u(/p. Added by Bs.
 
μ. Ἀντώνιος Μ. υἱ. τὸ β 15
 
λ. Σκριβώνιος Λ. υἱ. Λίβων ὕπ.
 
Καῖσαρ τὸ β
 
λ. *l. L, om M. Οὐολκάκιος Λ. υἱ. Τοῦλλος ὕπ.u(/p. Added by Bs.
 
ἐν μὲν οὖν τῷ χειμῶνι ἐν ᾧ Λούκιός τε Γέλλιος καὶ Κοκκήιος Νέρουας ὑπάτευσαν, ταῦθʼ οὕτως ἐγένετο· Καῖσαρ δέ, ὡς τό τε ναυτικὸν ἡτοίμαστο καὶ τὸ ἔαρ ἐνέστη, ἦρέ τε ἐκ τῶν Βαιῶν καὶ παρὰ τὴν Ἰταλίαν ἐκομίζετο, ἐλπίδα οὐκ ἐλαχίστην ἔχων ἁπανταχόθεν πέριξ τὴν Σικελίαν περισχήσειν. αὐτός τε γὰρ πολλαῖς ναυσὶν ἐπέπλει, καὶ αἱ τοῦ Ἀντωνίου ἐς τὸν πορθμὸν ἤδη παρῆσαν· ὅ τε Λέπιδος ἄκων μέν,
 
ὑπέσχητο δʼ οὖν αὐτῷ βοηθήσειν. μέγιστον δὲ τῷ τε ὕψει τῶν σκαφῶν καὶ τῇ παχύτητι τῶν ξύλων ἐθάρσει· ὑπερπαχῆ τε γὰρ καὶ ὑπερμεγέθη κατεσκευάσθη, ὥστε ἐπιβάτας τε πλείστους ὅσους ἄγειν (καὶ γὰρ πύργους ἔφερον, ὅπως ὥσπερ ἀπὸ τείχους ἐξ ὑπερδεξίων ἀγωνίζωνταἰ καὶ αὐτὰ πρός τε τὰς ἐμβολὰς τῶν ἐναντίων ἀντέχειν, καὶ τοὺς ἐμβόλους αὐτῶν, ἅτε καὶ βιαιοτέραν τὴν σύγκρουσιν ποιουμένων, ἀποστρέφειν.
 
τοιούτοις μὲν λογισμοῖς ὁ Καῖσαρ ἐς τὴν Σικελίαν ἠπείγετο. καὶ αὐτῷ τὸ ἀκρωτήριον τὸ Παλίνουρον ὀνομαζόμενον ὑπερβάλλοντι χειμὼν μέγας ἐπέπεσε· καὶ οὗτός τε πολλὰς ναῦς ἔφθειρε, καὶ ὁ Μηνᾶς ταραττομέναις ταῖς λοιπαῖς ἐπιγενόμενος
 
συχνὰς τὰς μὲν ἔκαυσε τὰς δʼ ἀνεδήσατο. εἰ δὲ μὴ αὖθις ἐπί τε τῇ ἀδείᾳ καὶ ἐπʼ ἄλλαις τισὶν ἐλπίσι μετέστη, καὶ τριήρεις ψευδαυτομόλους δεξάμενος πᾶν τὸ ναυτικὸν οὗ ἦρχε προέδωκε, διὰ κενῆς ἂν καὶ τότε ὁ ἐπίπλους τῷ Καίσαρι ἐγένετο. τοῦτο δὲ ἔπραξεν, ὅτι οὔτε ou)/te Bk., ou)de\ LM. τῷ Λεπίδῳ πολεμῆσαι ὑπὸ τοῦ Σέξτου ἐπετράπη καὶ πρὸς
 
πάντα τἆλλα ὑπωπτεύετο. Καῖσαρ δὲ προσήκατο μὲν αὐτὸν καὶ τότε ἀσμενέστατα, οὐ μέντοι καὶ ἐπίστευσέ τι ἔτʼ αὐτῷ. ὡς δʼ οὖν τάς τε πεπονηκυίας ναῦς ἐπεσκευάσατο, καὶ τοὺς δούλους τοὺς τριηρίτας ἠλευθέρωσε, τούς τε περίνεως (πολλοὶ γὰρ φθειρομένων ἐν τῇ ναυαγίᾳ τῶν σκαφῶν ἀπεκολύμβησανʼ ἐς τὸ τοῦ Ἀντωνίου ναυτικὸν
 
ὀλιγανδροῦν κατέταξεν, ἔς τε Λιπάραν ἦλθε, κἀνταῦθα τόν τε Ἀγρίππαν καὶ τὰς ναῦς καταλιπὼν ἐς τὴν ἤπειρον ἐκομίσθη, ἵνα καὶ τὸν πεζὸν ἐς τὴν Σικελίαν, ὅταν καιρὸς γένηται, περαιώσῃ.
 
μαθὼν δὲ ταῦτα ὁ Σέξτος αὐτὸς μὲν ἐν Μεσσήνῃ ὑφώρμει, τὸν διάπλουν αὐτοῦ τηρῶν, τῷ δʼ Ἀγρίππᾳ Δημοχάρην ἀνθορμεῖν ἐν Μύλαις ἐκέλευσεν.
 
οὗτοι οὖν τὸ μὲν πλεῖστον τοῦ χρόνου ἀποπειρώμενοι μὲν ἀλλήλων κατὰ τὸ παρεῖκον, οὐ μέντοι καὶ ἐναποκινδυνεῦσαι παντὶ τῷ στόλῳ τολμῶντες, κατανάλωσαν· οὔτε γὰρ τὰς δυνάμεις ἀλλήλων ᾔδεσαν, καὶ πάντα πρός τε τὸ μεῖζον καὶ πρὸς τὸ φοβερώτερον παρʼ ἀμφοτέροις περὶ
 
τῶν ἑτέρων ἐλογοποιεῖτο. τέλος δὲ ὁ Ἀγρίππας συνιεὶς ὅτι οὐ συμφέρει οἱ διατρίβειν (οἱ γὰρ τοῦ Σέξτου, ἅτε ἐν τῇ οἰκείᾳ ναυλοχοῦντες, οὐδὲν ἐδέοντο σπεύδεινʼ τάς τε ἀρίστας τῶν νεῶν ἔλαβε, καὶ ἐπὶ τὰς Μύλας πρὸς κατασκοπὴν τοῦ τῶν ἐναντίων πλήθους ὥρμησε. καὶ ἐπειδὴ μήτε πάντας αὐτοὺς ἰδεῖν ἠδυνήθη h)dunh/qh St., e)dunh/qh LM. μήτʼ ἀναχθῆναί τις αὐτῶν ἠθέλησε, κατεφρόνησεν αὐτῶν, καὶ ἐπανελθὼν παρεσκευάζετο ὡς καὶ πάσαις ταῖς ναυσὶ τῆς ὑστεραίας ἐπὶ τὰς Μύλας ἐπιπλευσούμενος.
 
τὸ δʼ αὐτὸ τοῦτο καὶ ὁ Δημοχάρης ἔπαθε· μόνας τε γὰρ τὰς ἀφικομένας ναῦς ὑποτοπήσας εἶναι, καὶ βραδύτατα αὐτὰς ὑπὸ τοῦ μεγέθους πλεούσας ἰδών, τόν τε Σέξτον τῆς νυκτὸς μετεπέμψατο, καὶ ἡτοιμάζετο ὡς καὶ αὐτῇ τῇ Λιπάρᾳ προσμίξων. ἡμέρα τε ὑπέφηνε, u(pe/fhne M, a)pe/fhne L. καὶ ἀμφότεροι ἅμα ὡς καὶ ἐπʼ ἐλάττους σφῶν ἀλλήλους ὄντας ἔπλεον.
 
ἐγγὺς δὲ δὴ γενόμενοι, καὶ παρὰ δόξαν πολλῷ πλείους τοὺς ἐναντίους ἑκάτεροι ὧν ᾤοντο εἶναι ἰδόντες, τὰ μὲν πρῶτα ἐταράχθησαν ὁμοίως ἀμφότεροι, καί τινες καὶ πρύμναν ἐκρούσαντο· ἔπειτα δὲ τὴν φυγὴν τῆς μάχης μᾶλλον φοβηθέντες, καὶ ἐν μὲν ταύτῃ καὶ κρατῆσαι ἂν ἐλπίσαντες, krath=sai a)\n e)lpi/santes Bk., krath/sein a)nqelpi/santes LM. ἐν δὲ ἐκείνῃ πασσυδὶ passudi\ R. Steph., passudei\ LM (so in chap. 7, 3). ἀπολεῖσθαι προσδοκήσαντες, ἀντεξώρμησαν καὶ συμμίξαντες ἐναυμάχησαν.
 
ἦσαν δὲ οἱ μὲν τῷ πλήθει τῶν νεῶν, οἱ δὲ ταῖς ἐμπειρίαις τῶν ναυτικῶν προφέροντες, καὶ τοῖς μὲν τό τε ὕψος τῶν σκαφῶν καὶ τὸ πάχος τῶν ἐπωτίδων οἵ τε πύργοι συνῄροντο, τοὺς δʼ ἑτέρους οἵ τε διέκπλοι ἀνέφερον, πρός τε τὴν ῥώμην τῶν τοῦ Καίσαρος ἐπιβατῶν ἡ τόλμα αὐτῶν ἀντήρκει· αὐτόμολοι γὰρ οἱ πλείους ἐκ τῆς Ἰταλίας
 
ὄντες ἀπονοίᾳ πολλῇ ἐχρῶντο. κἀκ τούτου πλεονεκτοῦντές τε ἅμα ἀλλήλων καὶ ἐλαττούμενοι οἷς εἶπον, ἴσην τὴν ἰσχὺν ἐκ τοῦ τῶν ὑπαρχόντων σφίσιν ἀντιπάλου εἶχον· καὶ διὰ τοῦτο χρόνῳ καὶ ἀγχώμαλα ἐπὶ πλεῖστον ἠγωνίσαντο.
 
οἵ τε γὰρ Σέξτειοι τοὺς μὲν ἄνδρας τοὺς ἐναντίους τῷ ῥοθίῳ ἐξέπλησσον, καί τινας ναῦς, ῥύμῃ τέ σφισι προσπίπτοντες καὶ τὰς παρεξειρεσίας αὐτῶν ἀναρρηγνύντες, ἐτίτρωσκον, ἀπὸ δὲ δὴ τῶν πύργων ἐν τῇ προσμίξει βαλλόμενοι καὶ χειρῶν ἐπιβολαῖς σιδηρῶν προσαρτώμενοι
 
οὐδὲν ἔλαττον ὧν ἔδρων ἔπασχον· καὶ οἱ Καισάρειοι ἐς χεῖρας μέν σφισιν ἰόντες καὶ ἐς τὰς ναῦς σφῶν μετεκβαίνοντες κρείττους ἐγίγνοντο, ἐκπηδώντων δὲ αὐτῶν ἐς τὴν θάλασσαν ὁπότε βαπτίζοιντο, καὶ ἑτέρων σκαφῶν ῥᾳδίως ἔκ τε τοῦ καλῶς νεῖν καὶ ἐκ τοῦ κούφως ἐσκευάσθαι
 
ἐπιβαινόντων, ἀντιρρόπως ἠλαττοῦντο. κἀν τούτῳ καὶ τῶν νεῶν ἥ τε τῆς ναυτιλίας τῶν ἑτέρων ὀξύτης ἰσοπαλὴς τῇ τῶν ἐναντίων βεβαιότητι καὶ ἡ τούτων βαρύτης ἰσοστασία τῇ ἐκείνων λεπτότητι ἐγίγνετο.
 
ὀψὲ δʼ οὖν ποτε καὶ πρὸς νύκτα ἤδη οἱ τοῦ Καίσαρος ἐκράτησαν, οὐ μέντοι καὶ ἐπεδίωξάν τινα, ὡς μὲν ἐμοὶ δοκεῖ καὶ τὸ εἰκὸς συμβάλλεται, ὅτι μήτε καταλαβεῖν αὐτοὺς ἐδύναντο, καὶ ἐς τὴν γῆν, βράχη ὧν ἄπειροι ἦσαν ἔχουσαν, ἐφοβήθησαν ἐξοκεῖλαι· ὡς δέ τινες λέγουσιν, ὁ Ἀγρίππας, ἅτε καὶ ὑπὲρ τοῦ Καίσαρος ἀλλʼ οὐχ ὑπὲρ ἑαυτοῦ μαχόμενος, ἐξαρκεῖν οἱ τὸ τρέψαι
 
τοὺς ἀντιπάλους ἡγεῖτο. καὶ γὰρ εἰώθει λέγειν πρὸς τοὺς πάνυ ἑταίρους ὅτι οἱ πλείους τῶν ἐν ταῖς δυναστείαις ὄντων οὐδένα ἐθέλουσι κρείττω krei/ttw Xiph., krei/ttwn LM. σφῶν εἶναι, ἀλλὰ τὰ μὲν πλείω, ὅσα γε καὶ πρόχειρον τὴν νίκην ἔχει, αὐτοὶ διʼ ἑαυτῶν ποιοῦνται, τὰ δὲ δὴ χείρω καὶ ἀτοπώτερα ἄλλοις
 
προστάττουσι. κἂν ἄρα ποτὲ τῶν ἀμεινόνων τι ἀναγκασθῶσί σφισιν ἐπιτρέψαι, βαρύνονταί τε καὶ ἄχθονται τῇ εὐδοξίᾳ αὐτῶν· ἡττᾶσθαι μὲν γάρ σφας καὶ κακῶς πράττειν οὐκ εὔχονται, οὐ μέντοι καὶ παντελῶς τι καταπράξαντας τὴν
 
δόξαν αὐτοὺς λαβεῖν αἱροῦνται. δεῖν οὖν παρῄνει τὸν ἄνδρα τὸν σωθησόμενον τῆς μὲν δυσχερείας αὐτοὺς au)tou\s Polak, au(to\n LM. τῶν πραγμάτων ἀπαλλάττειν, τὴν δὲ δὴ κατόρθωσίν σφων ἐκείνοις φυλάττειν. ἐγὼ δὲ ὅτι μὲν ταῦθʼ οὕτω πέφυκε καὶ ὅτι καὶ ὁ Ἀγρίππας ἐπεμελεῖτο αὐτῶν οἶδα, οὐ μὴν ἔν γε τῷ τότε παρόντι τοῦτʼ αἴτιον τῆς οὐ διώξεως αὐτοῦ γράφω· οὐδὲ γὰρ οὐδʼ εἰ πάνυ ἐβούλετο, οἷός τε ἦν ἐπισπέσθαι σφίσιν.
 
ἐν ᾧ δʼ οὖν ἡ ναυμαχία ἐγίγνετο, ὁ Καῖσαρ ὡς τάχιστα τόν τε Σέξτον ἐκ τῆς Μεσσήνης ἀπεληλυθότα καὶ τὸν πορθμὸν φυλακῆς ἔρημον ὄντα ᾔσθετο, τὸ μὲν καινὸν τοῦ πολέμου οὐ παρέλιπεν, ἀλλʼ εὐθὺς ἐπιβὰς τῶν Ἀντωνιείων νεῶν πρὸς Ταυρομένιον ἐπεραιώθη, οὐ μὴν καὶ ἐν τύχῃ αὐτῷ
 
ἐχρήσατο. πλέοντα μὲν γὰρ οὐδʼ ἀποβαίνοντα αὐτὸν οὐδεὶς ἐκώλυσεν, ἀλλὰ καὶ πάνυ καθʼ ἡσυχίαν τά τε ἄλλα καὶ τὸ στρατόπεδον ἐποιήσατο· ἐπεὶ δὲ ἥ τε ναυμαχία ἐγένετο, καὶ ὁ Σέξτος ἔς τε τὴν Μεσσήνην σπουδῇ ἀφίκετο, καὶ μαθὼν παρόντα αὐτὸν ἄλλους τε διὰ ταχέων
1 / 6 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi