Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 48

7.4 ἑκατέρους προσθέσθαι. ἔκ τε οὖν τούτων καὶ ἐκ τοῦ λιμοῦ, ὃς τότε τῆς θαλάσσης τῆς μὲν κατὰ Σικελίαν ὑπὸ τοῦ Σέξτου τῆς δὲ ἐν τῷ Ἰονίῳ κόλπῳ ὑπὸ Γναίου Δομιτίου Ἀηνοβάρβου *)ahnoba/rbou M, a)hno/rbou L. κατεχομένης δεινῶς αὐτοὺς ἐπίεσεν, ἐν πολλῇ
7.5 ἀμηχανίᾳ ὁ Καῖσαρ ἐγένετο. ὁ γὰρ Δομίτιος ἦν μὲν τῶν σφαγέων, ἐκ δὲ δὴ τῆς μάχης τῆς πρὸς Φιλίπποις γενομένης διαφυγὼν ναυτικόν τι συνεκρότησε, καὶ τοῦ τε κόλπου χρόνον τινὰ ἐκράτησε καὶ τὰ τῶν ἐναντίων ἐπὶ πλεῖστον ἔφθειρε.
8.1 ταῦτά τε οὖν τὸν Καίσαρα δεινῶς ἐλύπει, καὶ ὅτι ἐν ταῖς διαφοραῖς ταῖς πρὸς τοὺς βουλευτὰς καὶ πρὸς τὸ λοιπὸν πλῆθος τὸ τοὺς ἀγροὺς κεκτημένον τοῖς ἐστρατευμένοις συμβαινούσαις (πλεῖσται δὲ δὴ ἅτε καὶ ὑπὲρ τῶν μεγίστων ἀγωνιζομένοις σφίσιν ἐγίγνοντὀ οὐδετέροις ἀκινδύνως
8.2 προσετίθετο. ἀμφοτέροις μὲν γὰρ ἀδύνατον ἦν αὐτῷ χαρίζεσθαι· οἱ μὲν γὰρ ὑβρίζειν οἱ δʼ ἀπαθεῖς εἶναι, καὶ οἱ μὲν καὶ τὰ ἀλλότρια λαβεῖν οἱ δὲ τὰ ἑαυτῶν ἔχειν ἤθελον. ὁσάκις δὲ δὴ τὰ τούτων ἢ τὰ ἐκείνων, ὥς που καὶ ἠναγκάζετο, προέλοιτο, τοῖς ἑτέροις ἀπήχθετο, καὶ οὐ τοσαύτης γε ge H. Steph., te LM. χάριτος ἐξ ὧν ὑπούργει τισίν, ὅσης ὀργῆς
8.3 ἐξ ὧν μὴ συνεχώρει, ἐτύγχανεν· οἱ μὲν γὰρ ὡς καὶ ὀφειλόμενά σφισι πάντα τὰ διδόμενα dido/mena Petrus Faber, gigno/mena LM. λαμβάνοντες ἐν οὐδεμιᾷ αὐτὰ εὐεργεσίᾳ ἐτίθεντο, οἱ δὲ ὡς καὶ τῶν οἰκείων στερισκόμενοι ἐχαλέπαινον. καὶ ἐκ τούτου διετέλει ἢ τούτοις ἢ ἐκείνοις προσκρούων καὶ τοτὲ μὲν ὡς φιλόδημος τοτὲ δὲ ὡς

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi