Kitap 48
τῆς Ὀκταουίας οἱ γεννηθεῖσαν ἠγγύησε. h)ggu/hse Dind., e)neggu/hse LM. ταῦτά τε ἅμα Some sords have probably been lost at this point. πρὸς ἀλλήλους ἐπλάσσοντο· οὐ γάρ που καὶ ποιήσειν τι αὐτῶν ἤμελλον, ἀλλʼ ἐς τὴν χρείαν τῶν παρόντων σφίσι πραγμάτων ὑπεκρίνοντο. u(pekri/nonto Xiph., u(pekri/nanto LM. ἀμέλει καὶ τὴν Ὀκταουίαν αὐτὴν εὐθὺς ἐκ τῆς Κερκύρας ὁ Ἀντώνιος ἐς τὴν Ἰταλίαν, ἵνα δὴ μὴ συγκινδυνεύσῃ οἱ τοῖς Πάρθοις
πολεμοῦντι, ἀπέπεμψεν. οὐ μὴν ἀλλʼ ἔν γε τῷ τότε ἐκεῖνά τε οὕτως ἔπραξαν, καὶ τὸν μὲν Σέξτον τῆς τε ἱερωσύνης ἅμα καὶ τῆς ὑπατείας ἐς ἣν ἀπεδέδεκτο ἔπαυσαν, ἑαυτοῖς δὲ τὴν ἡγεμονίαν ἐς ἄλλα ἔτη πέντε, ἐπειδὴ τὰ πρότερα ἐξεληλύθει, ἐπέτρεψαν. καὶ μετὰ τοῦτο Ἀντώνιος μὲν ἐς τὴν Συρίαν ἠπείγετο, Καῖσαρ δὲ ἐς τὸν πόλεμον
καθίστατο. καὶ τὰ μὲν ἄλλα κατὰ γνώμην αὐτῷ ἐχώρει, ὁ δὲ δὴ Μηνᾶς ἄπιστός τε φύσει ὢν καὶ τὰ τοῦ κρείττονος ἀεὶ θεραπεύων, καὶ προσέτι καὶ ἀγανακτήσας ὅτι μηδεμίαν ἀρχὴν εἶχεν ἀλλὰ τῷ Σαβίνῳ ὑπετέτακτο, πρὸς τὸν Σέξτον αὖθις ηὐτομόλησεν.