Kitap 48
ἑαυτὸν τῆς ἥττης. καὶ ἔτυχε γὰρ ἐν τῷ Ῥηγίῳ τὸν χρόνον τοῦτον ὤν, δείσαντες οἱ Σέξτειοι *se/cteioi H. Steph., se/cstioi LM (and so belos in chap. 54). μὴ καὶ ἐς τὴν Σικελίαν περαιωθῇ, καί τι καὶ πρὸς τὸν τοῦ Μενεκράτους θάνατον ἀθυμήσαντες, ἀπῆραν
ἐκ τῆς Κύμης. ὁ οὖν Σαβῖνος ἐπιδιώκων αὐτοὺς μέχρι μὲν Σκυλλαίου τοῦ τῆς Ἰταλίας ἀκρωτηρίου ἀπόνως ἦλθε· περιβάλλοντι δʼ αὐτῷ ἐκεῖνο ἄνεμος μέγας προσπεσὼν πολλὰς τῶν νεῶν τὰς μὲν πρὸς τὴν ἄκραν προσήραξε, τὰς δὲ καὶ μετεώρους κατέδυσε, πάσας δὲ τὰς λοιπὰς διεσκέδασε.
πυθόμενος οὖν τοῦτο ὁ Σέξτος ἔπεμψεν ἐπʼ αὐτὰς τὸ ναυτικόν, Ἀπολλοφάνει προστάξας. καὶ ὃς εὑρὼν τὸν Καίσαρα ταύτῃ που παραπλέοντα, ἵνα μετὰ τοῦ Σαβίνου ἐς τὴν Σικελίαν διαβάλῃ, ἐπʼ αὐτὸν ᾖξε. h)=|ce Wesseling, h(i=ce LM. κἀκ τούτου ἐκεῖνος τάς τε ναῦς συνορμίσας καὶ τοὺς ὁπλίτας ἐπʼ αὐτῶν παρατάξας τὸ μὲν πρῶτον πάνυ γενναίως
αὐτὸν ἀπεκρούσατο· αἵ τε γὰρ νῆες ἀντίπρῳροι τεταγμέναι οὐδεμίαν οἱ ἀσφαλῆ ἐμβολὴν ποιήσασθαι ἐπέτρεπον, ἀλλʼ οἷα καὶ παχύτεραι καὶ ὑψηλότεραι οὖσαι πλεῖον τοὺς πλησιάσαντας ἔβλαπτον, καὶ οἱ ὁπλῖται ἐς χεῖράς σφισιν ἰόντες
πολὺ κρείττους ἐγίγνοντο. ἔπειτα δὲ τοῦ Ἀπολλοφάνους τοὺς μὲν τραυματίας τούς τε ἀεὶ πονουμένους ἐς ἑτέρας ναῦς ἐπιτεταγμένας οἱ μετεκβιβάζοντος ἐξ ἀνακρούσεως, ἄλλους δὲ ἀκραιφνεῖς μεταλαμβάνοντος, καὶ τούς τε πρόσπλους συνεχεῖς ποιουμένου καὶ πυρφόροις βέλεσι χρωμένου, ἐτράπετο καὶ πρὸς τὴν γῆν καταφυγὼν καθωρμίσατο.
καὶ ἐπειδὴ καὶ ὣς οἱ ἐναντίοι σφίσιν ἐνέκειντο, τάς τε ἀγκύρας τινὲς ἐξαίφνης ἀπέκοψαν καὶ ἐς αὐτοὺς ἀπροσδόκητοι ἀντεξώρμησαν. καὶ τοῦτό τε ἐπέσχε μὴ πάσας τὰς ναῦς τὸν Ἀπολλοφάνη τὰς μὲν καταπρῆσαι τὰς δʼ ἀναδήσασθαι, καὶ ὅτι νὺξ τῷ ἔργῳ ἐπεγένετο.
τούτου δὲ τοιούτου συμβάντος, ἄνεμός τις τῇ ὑστεραίᾳ ἐξαίσιος τῷ τε Καίσαρι καὶ τῷ Σαβίνῳ καθʼ ἓν ὁρμοῦσιν ἐπιπεσὼν σμικρὸν τὸ πρότερον πάθος αὐτῶν ἀπέφηνε. καὶ τὸ μὲν τοῦ Σαβίνου
ναυτικὸν ἧττον ἐπόνησεν· ὁ γὰρ Μηνᾶς, ἅτε ἐκ πολλοῦ θαλαττουργὸς ὤν, τόν τε χειμῶνα προείδετο καὶ ἐς τὸ πέλαγος εὐθὺς τὰς ναῦς ἀνώρμισε, a)nw/rmise R. Steph., a)nw/rmhse LM. καὶ αὐτὰς ἀγκύραις χαλαραῖς, ἵνα μὴ τὰ σχοινία τεινόμενα διαρραγῇ, διαλαβὼν πρὸς αὐτὸν τὸν ἄνεμον ἀντήρεττε, καὶ οὕτως οὔτε τι σχοινίον ἔτεινε καὶ ἐν τῷ αὐτῷ ἀεὶ ἔμενε, πᾶν ὅσον ὑπὸ τοῦ πνεύματος ἀπεωθεῖτο, ἐκ τῆς εἰρεσίας ἀνοκωχεύων. a)nokwxeu/wn Dind., a)nakwxeu/wn LM.
οἱ δʼ ἕτεροι, ἅτε τῇ προτεραίᾳ δεινῶς τεταλαιπωρηκότες καὶ τὰ θαλάττια μηδέπω ἀκριβῶς εἰδότες, πρός τε τὴν γῆν ἐγγὺς οὖσαν ἐξεβράσθησαν καὶ πολλὰς ναῦς ἀπέβαλον. ἥ τε νὺξ ὥσπερ πρότερον οὐκ ἐλάχιστα αὐτοῖς ἐβεβοηθήκει, οὕτω τότε ἐς τὰ μάλιστα ἐλυμήνατο· ὁ γὰρ ἄνεμος καὶ διʼ αὐτῆς πολὺς γενόμενος ἀπερρήγνυ τε ἀπὸ τῶν ἀγκυρῶν τὰ σκάφη καὶ
πρὸς τὰς πέτρας ἐξεώθει. καὶ ἐκεῖνά τε οὕτω διώλλυτο, καὶ οἱ ναῦται οἵ τε ἐπιβάται μήτε προϊδεῖν τι ὑπὸ τοῦ σκότους μήτʼ ἐπακοῦσαι διὰ τὸν θόρυβον καὶ διὰ τὴν ἠχὼ τὴν ἐκ τῶν ὀρῶν, ἄλλως τε καὶ τοῦ πνεύματος ἀντιπαταγοῦντός
σφισι, δυνάμενοι μάτην προσαπώλλυντο. καὶ διὰ τοῦτο ὅ τε Καῖσαρ τῆς μὲν Σικελίας ἀπέγνω, τῆς δʼ ἠπείρου τῆς παραθαλασσίας φυλακὴν ἀγαπητῶς ἐποιήσατο, καὶ ὁ Σέξτος ἔτι καὶ μᾶλλον ἤρθη, καὶ τοῦ τε Ποσειδῶνος υἱὸς ὄντως o)/ntws R. Steph., o)/ntos LM. ἐπίστευεν εἶναι, καὶ στολὴν κυανοειδῆ ἐνεδύσατο, ἵππους τε, καὶ ὥς γέ τινές φασι, καὶ ἄνδρας ἐς τὸν
πορθμὸν ζῶντας ἐνέβαλε. καὶ αὐτὸς μὲν τὴν Ἰταλίαν ἦγε καὶ ἔφερεν, ἐς δὲ Λιβύην τὸν Ἀπολλοφάνην ἔπεμψε. καὶ τοῦτον μὲν ὁ Μηνᾶς ἐπιδιώξας καὶ καταλαβὼν ἐκάκωσε· μεθισταμένων δὲ τῶν περὶ τὴν Σικελίαν νησιωτῶν πρὸς τὸν Σέξτον ὁ Καῖσαρ τοὺς Λιπαραίους προκατέλαβε, καὶ ἔκ τε τῆς νήσου ἐξανέστησε καὶ ἐς Καμπανίαν ἐκόμισε, καὶ ἐκεῖ ἐν Νέᾳ πόλει κατοικεῖν μέχρις οὗ
ἂν πόλεμος ᾖ ἠνάγκασε. κἀν τούτῳ πλοῖά τε κατὰ πᾶσαν ὡς εἰπεῖν τὴν Ἰταλίαν ἐναυπηγεῖτο, καὶ ἐρέτας τὰ μὲν πρῶτα παρὰ τῶν φίλων ὡς καὶ ἑκόντων διδόντων, ἔπειτα δὲ καὶ παρὰ τῶν ἄλλων τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων τῶν τε δημοτῶν τῶν εὐπόρων δούλους συνέλεγεν, ὁπλίτας τε κατελέγετο, καὶ χρήματα παρά τε τῶν πολιτῶν politw=n Leuncl., politikw=n LM. καὶ παρὰ τῶν συμμάχων τῶν τε ὑπηκόων, τῶν τε ἐν τῇ Ἰταλίᾳ καὶ τῶν ἔξω πάντων, ἤθροιζε.
καὶ τόν γε ἐνιαυτὸν τοῦτόν τε καὶ τὸν to\n added by Reim. ὕστερον ἔς τε τὴν ναυπηγίαν τῶν νεῶν καὶ ἐς τὴν ἄθροισιν τήν τε ἄσκησιν τῶν ἐρετῶν κατανάλωσε, αὐτὸς μὲν ἐφορῶν καὶ διατάττων ταῦτά τε καὶ τὰ ἄλλα τά τε ἐν τῇ Ἰταλίᾳ καὶ τὰ ἐν τῇ Γαλατίᾳ (κίνησις γάρ τις παρʼ αὐτοῖς ἐγένετὀ, τῷ δʼ Ἀγρίππᾳ
τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἐγχειρίσας. τοὺς γὰρ Γαλάτας αὐτὸν τοὺς νεωτερίσαντας προσπολεμούμενον, ὅτεπερ καὶ τὸν Ῥῆνον δεύτερος δὴ Ῥωμαίων ἐπὶ πολέμῳ διέβη, μετεπέμψατο, καὶ τῇ τε δόσει τῶν νικητηρίων ἐτίμησε καὶ ἐκπονῆσαι
ἐξασκῆσαί τε τὸ ναυτικὸν ἐκέλευσε. καὶ ὅς (ὑπάτευε δὲ μετὰ Λουκίου Γάλλοὐ τὰ μὲν ἐπινίκια οὐκ ἐπεμψεν, αἰσχρὸν εἶναι νομίσας τοῦ Καίσαρος κακῶς πεπραγότος γαυρωθῆναι, τὸ δὲ δὴ ναυτικὸν πάνυ προθύμως ἐξειργάσατο. ἐγίγνετο μὲν γὰρ ἐν πάσῃ τῇ παραθαλασσίῳ Ἰταλίᾳ τὰ σκάφη·
ὡς δʼ οὐδεὶς αἰγιαλὸς ἐγκαθορμίσασθαι αὐτοῖς ἀσφαλὴς εὑρίσκετο (ἀλίμενα γὰρ ἔτι καὶ τότε τὰ πλείω τῆς ἠπείρου ταύτης ἦνʼ, ἔργον μεγαλοπρεπὲς καὶ ἐνενόησε e)neno/hse R. Steph., e)no/hse LM. καὶ ἐξεποίησεν, ὃ ἐγὼ διὰ πλειόνων ἐξηγησάμενος ἐκεῖνό τε ἐπιδείξω τῷ λόγῳ καὶ τἆλλα τὰ κατʼ αὐτὸ νῦν ὄντα.
ἐν τῇ Κύμῃ τῇ Καμπανίδι χωρίον τι μεταξὺ Μισηνοῦ καὶ Πουτεόλων μηνοειδές ἐστιν· ὄρεσί τε γὰρ σμικροῖς καὶ ψιλοῖς, πλὴν βραχέων, περιείληπται,
καὶ θάλασσαν τριπλῆν κολπώδη ἔχει. ἡ μὲν γὰρ ἔξω τε καὶ πρὸς ταῖς πόλεσίν ἐστιν, ἡ δʼ ὀλίγῃ διαφυῇ ἀπʼ αὐτῆς διείργεται, ἄλλη ἐν αὐτῷ τῷ μυχῷ λιμνώδης ὁρᾶται. καὶ καλεῖται αὕτη μὲν Ἀουερνίς, ἡ δὲ μέση Λουκρινίς· *loukrini/s Dind., loukrhni/s LM. ἡ γὰρ ἔξω, τοῦ Τυρσηνικοῦ οὖσα, ἐς ἐκεῖνο καὶ τὴν ἐπωνυμίαν
τελεῖ. ἐν ταύτῃ δὴ τῇ θαλάσσῃ τῇ ἐντὸς ἑκατέρας στενοῖς τότε ἔσπλοις τὸ διεῖργον τὴν Λουκρινίδα ἀπὸ τοῦ πελάγους ἐπʼ ἀμφότερα παρʼ αὐτὴν τὴν ἤπειρον ὁ Ἀγρίππας συντρήσας λιμένας
ναυλοχωτάτους ἀπέδειξεν. ἐργαζομένων δʼ αὐτῶν εἰκών τις ὑπὲρ τῆς Ἀουερνίδος, εἴτʼ οὖν τῆς Καλυψοῦς, ᾗ τὸ χωρίον ἀνατιθέασιν, ἐς ὃ καὶ τὸν Ὀδυσσέα ἐσπλεῦσαι λέγουσιν, εἴτε καὶ ἑτέρας τινὸς ἡρωίνης οὖσα, ἱδρῶτος ὥσπερ τι σῶμα ἀνθρώπινον ἀνεπλήσθη. καὶ τοῦτο μὲν ὅπῃ ποτʼ ἐσήμαινεν, pot' e)sh/mainen v. Hers. (sho also reads o(/ti for o(/ph|), pote sumbai/nei LM. οὐκ ἔχω εἰπεῖν· τὰ δʼ ἄλλα ὅσα ἐν τῷ τόπῳ ἐκείνῳ ἀξιαφήγητα ἐθεασάμην, φράσω.
τὰ ὄρη ταῦτα πρὸς ταῖς ἔνδον θαλάσσαις ὄντα πηγὰς πυρός τε ἅμα πολλοῦ καὶ ὕδατος συμμιγοῦς ἔχει· καὶ αὐτὸ μὲν καθʼ ἑαυτὸ ἑκάτερον οὐδαμοῦ εὑρίσκεται (οὔτε γὰρ πῦρ αὐτὸ οὔθʼ ὕδωρ ψυχρὸν αὐτὸ φαίνεταἰ, ἐκ δὲ δὴ τῆς ὁμιλίας σφῶν τό τε ὕδωρ θερμαίνεται καὶ τὸ πῦρ ὑγραίνεται·
καὶ ἐκεῖνο μὲν πρὸς τὴν θάλασσαν διὰ τῶν προπόδων ἐς τὰς δεξαμενὰς χωρεῖ, τὴν δʼ ἀτμίδα αὐτοῦ ἔς τε οἰκήματα μετέωρα διὰ σωλήνων ἀνάγουσι, κἀνταῦθα αὐτῇ πυριῶνται· ὅσῳ o(/sw| Rk., o(/sa LM Xiph. γὰρ ἂν ἐπὶ πλεῖον ἀπό τε plei=on a)po/ te Xiph., plei/ona pote L, plei/ona/pote M. τῆς γῆς καὶ ἀπὸ τοῦ ὕδατος ἀναδράμῃ, ξηροτέρα γίγνεται. κατασκευαί τε οὖν περὶ ἀμφότερα πολυτελεῖς ἤσκηνται, καὶ ἔστιν ἔς τε βίου διαγωγὴν καὶ ἐς ἄκεσιν ἐπιτηδειότατα.
ταῦτά τε οὖν τὸ ὄρος ἐκεῖνο καὶ προσέτι καὶ γῆς φύσιν τοιάνδε παρέχεται. τοῦ πυρὸς τὸ μὲν καίειν οὐκ ἔχοντος (ὑπὸ γὰρ τῆς τοῦ ὕδατος συνουσίας πᾶν τὸ φλογῶδες αὐτοῦ σβέννυταἰ, διακρίνειν δὲ δὴ καὶ διατήκειν τὰ προστυχόντα οἱ καὶ ὣς δυναμένου, συμβαίνει τῆς γῆς τὸ μὲν λιπαρὸν ἐκτήκεσθαι ὑπʼ αὐτοῦ, τὸ δὲ τραχὺ καὶ
ὀστῶδες ὡς εἰπεῖν ὑπολείπεσθαι. σηραγγώδεις τε οὖν οἱ ὄγκοι ἐξ ἀνάγκης γίγνονται, καὶ αὐχμῷ μὲν δοθέντες ἐς κόνιν διαλύονται, ὕδατι δὲ σὺν κονίᾳ φυραθέντες συνίστανται, καὶ ἐφʼ ὅσον γʼ ἂν ἐν τῷ ὑγρῷ ὦσι, πήγνυνταί τε καὶ πετροῦνται. αἴτιον δὲ ὅτι τὸ μὲν κραῦρον αὐτῶν ὑπὸ μὲν τοῦ πυρὸς ὁμοφυοῦς οἱ ὄντος ἐπιτείνεταί τε καὶ θραύεται, τῇ δὲ δὴ συμμίξει τῆς νοτίδος ἀναψύχεται, κἀκ τούτου εἴσω διὰ παντὸς συμπιληθὲν ἄλυτον
γίγνεται. τοιαῦται μὲν αἱ Βαῖαί εἰσι, καὶ ἐς αὐτὰς τότε ὁ Ἀγρίππας, ἐπειδὴ τάχιστα τοὺς ἔσπλους ἐξεποίησε, τάς τε ναῦς καὶ τοὺς ἐρέτας ἤθροισε, καὶ τὰς μὲν κατέφραττε, τοὺς δὲ ἐπʼ ἰκρίων ἐρέττειν ἤσκει.
οἱ δὲ ἐν τῇ Ῥώμῃ ἐταράττοντο μὲν καὶ ὑπὸ σημείων. ἄλλα τε γὰρ συχνά σφισιν ἐσηγγέλθη, καὶ ὅτι δελφῖνες πολλοὶ περὶ τὴν Ἀσπίδα τὴν τῆς Ἀφρικῆς πόλιν ἐμαχέσαντό τε ἀλλήλοις
καὶ διεφθάρησαν· καί τι καὶ αὐτοῦ πρὸς τῷ ἄστει αἷμα ἐκ τοῦ οὐρανοῦ ῥυὲν ὄρνιθες διεφόρησαν. ἐπειδή τε ἐν τῇ πανηγύρει τῇ τῶν Ῥωμαίων οὐδεὶς τῶν βουλευτῶν ἐν τῷ Καπιτωλίῳ, ὥσπερ εἴθιστο, εἱστιάθη, ἐν τέρατος λόγῳ καὶ τοῦτʼ
ἔλαβον. τό τε τῇ Λιουίᾳ συμβὰν ἐκείνῃ μὲν καθʼ ἡδονὴν ἐγένετο, τοῖς δʼ ἄλλοις δέος ἐνεποίησε· λευκὴν γὰρ ὄρνιθα, κλωνίον δάφνης ἐγκάρπου φέρουσαν, ἀετὸς ἐς τὸν κόλπον αὐτῆς ἐνέβαλε. καὶ ἐδόκει γὰρ οὐ σμικρὸν τὸ σημεῖον εἶναι, τήν τε ὄρνιθα ἐν ἐπιμελείᾳ ἦγε καὶ τὴν
δάφνην ἐφύτευσε. καὶ ἡ μὲν ῥιζωθεῖσα ηὔξησεν ὥστε καὶ τοῖς τὰ ἐπινίκια μετὰ τοῦτο πέμψασιν ἐπὶ πλεῖστον ἐξαρκέσαι, ἥ τε Λιουία ἐγκολπώσεσθαι e)gkolpw/sesqai Pflugk, e)gkolpw/sasqai LM Xiph. καὶ τὴν τοῦ Καίσαρος ἰσχὺν καὶ ἐν πᾶσιν
αὐτοῦ κρατήσειν ἔμελλε· τοὺς δὲ δὴ ἄλλους τοὺς ἐν τῇ πόλει ταῦτά τε καὶ αἱ διαλλαγαὶ τῶν ἀρχόντων ἰσχυρῶς ἐτάρασσον· οὐ γὰρ ὅπως οἵ τε ὕπατοι καὶ οἱ στρατηγοί, ἀλλὰ καὶ οἱ ταμίαι ἐπʼ ἀλλήλοις ἀντικαθίσταντο, καὶ τοῦτʼ ἐπὶ
χρόνον ἐγένετο. αἴτιον δὲ ὅτι πάντες οὐχ οὕτως ἵνʼ οἴκοι ἐπὶ πλεῖον ἄρξωσιν, ὡς ἵνα ἐν τοῖς ἄρξασιν ἀριθμῶνται καὶ ἀπʼ αὐτοῦ καὶ τὰς τιμὰς καὶ τὰς δυνάμεις τὰς ἔξω λαμβάνωσιν lamba/nwsin Rk., lamba/nein LM. ἐσπούδαζον. οὔκουν οὐδὲ ἐς ῥητὸν ἔτι τινὲς χρόνον ᾑροῦντο, ἀλλʼ ὥστε ἐπιβῆναί τε τοῦ ὀνόματος τῆς ἀρχῆς καὶ ἀποστῆναι ὅταν τοῖς τὸ κράτος ἔχουσι
δόξῃ· καὶ πολλοί γε ἐπὶ τῆς αὐτῆς ἡμέρας ἑκάτερον ἔπραξαν. εἰσὶ δὲ οἳ καὶ παντάπασι τὰς ἀρχὰς ὑπὸ πενίας ἐγκατέλιπον· τῶν γὰρ σὺν τῷ Σέξτῳ τότε ὄντων, ὡς καὶ κατὰ δίκην δή
τινα ἀτιμασθέντων, οὐ μνημονεύω. βουλευομένου δʼ οὖν καὶ Μάρκου τινὸς Ὀππίου ἀγορανομίας ὑπʼ ἀπορίας (ἐκ γὰρ τῶν ἐπικεκηρυγμένων καὶ αὐτὸς καὶ ὁ πατὴρ αὐτοῦ ἦνʼ ἐκστῆναι τὸ πλῆθος οὐκ ἐπέτρεψεν, to\ plh=qos ou)k e)pe/treyen om. L. ἀλλʼ ἔς τε τὰ ἄλλα τὰ πρὸς τὸν βίον ἀναγκαῖα καὶ ἐς τὸ τῆς ἀρχῆς ἀνάλωμα
ἀργύριον αὐτῷ συνεσήνεγκε. καὶ λόγος γε ge H. Steph., te LM cod. Peir. ἔχει καὶ τῶν κακούργων τινὰς ἐς αὐτὸ τὸ θέατρον ἐν προσωπείοις, ὡς καὶ ὑποκρινουμένους u(pokrinoume/nous Naber, u(pokrinome/nous LM. τι, ἐσελθόντας συγκαταβαλεῖν sugkatabalei=n Bk., sugkataba/llein LM cod. Peir. τὰ χρήματα. καὶ ὁ μὲν οὕτω ζῶν τε ὑπὸ τοῦ ὁμίλου ἠγαπήθη, καὶ ἀποθανὼν οὐ πολλῷ ὕστερον ἔς τε τὸ Ἄρειον πεδίον
ἐκομίσθη καὶ ἐκεῖ καὶ ἐκαύθη καὶ ἐτάφη· ἡ δὲ δὴ βουλὴ ἀγανακτήσασα τῇ πάσῃ τοῦ πλήθους περὶ αὐτὸν σπουδῇ τὰ ὀστᾶ αὐτοῦ, ὡς οὐχ ὁσίως ἐν τῷ ἱερῷ χωρίῳ κείμενα, ἀνείλετο, πεισθεῖσα τοῖς ποντίφιξι, καίπερ πολλοὺς ἄλλους ἐν αὐτῷ καὶ πρότερον καὶ μετὰ ταῦτα θάψασα.
κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ ὁ Ἀντώνιος ἦλθε μὲν ἐς τὴν Ἰταλίαν αὖθις ἐκ τῆς Συρίας, πρόφασιν μὲν ὡς καὶ τοῦ Σεξτείου πολέμου διὰ τὰς τοῦ Καίσαρος συμφορὰς μεθέξων, οὐ μέντοι
καὶ παρέμεινεν αὐτῷ, ἀλλʼ ἅτε a)ll' a(/te R. Steph., a)/lla/ te LM. ἐς κατασκοπὴν αὐτοῦ μᾶλλον ἢ καὶ ἔργου τινὸς ἕνεκα ἀφιγμένος, ἐκείνῳ μὲν ναῦς ἔδωκε καὶ ἑτέρας πέμψειν ὑπέσχετο, ἀνθʼ ὧν ὁπλίτας ἀντέλαβεν, αὐτὸς δὲ ὡς
καὶ ἐπὶ τοὺς Πάρθους στρατεύσων ἀπῆρε. πρὶν δὲ ἢ ἀποπλεῖν αὐτὸν au)to\n Zon., au)tou\s LM. ᾐτιάσαντο ἀλλήλους, πρότερον μὲν διὰ τῶν ἑταίρων, ἔπειτα δὲ καὶ διʼ ἑαυτῶν· καὶ οὐ γάρ πω σχολὴν πολεμῆσαί σφισιν ἦγον, συνηλλάγησαν τρόπον τινά, τῆς
Ὀκταουίας ὅτι μάλιστα τοῦτο πρασσούσης. καὶ ὅπως γε πλείοσι τοῖς τῆς συγγενείας συνδέσμοις συνέχοιντο, ὅ τε Καῖσαρ Ἀντύλλῳ τῷ τοῦ Ἀντωνίου υἱεῖ τὴν θυγατέρα, καὶ ἐκεῖνος τῷ Δομιτίῳ, καίτοι τοῦ Καίσαρος σφαγεῖ τε γενομένῳ καὶ ἐν τοῖς ἀπολουμένοις ἐκτεθέντι, τὴν ἑαυτοῦ τὴν ἐκ