Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 48

42.1 δὲ καὶ ἐν Ἰβηρίᾳ Κερητανῶν, *kerhtanw=n R. Steph., kairhtanw=n M. καὶ αὐτοὺς ὁ Καλουῖνος *kaloui=nos H. Steph., kalouh=nos M. κατεστρέψατο, προκατορθώσας τέ τι καὶ προδυστυχήσας διὰ τοῦ ὑποστρατήγου λοχισθέντος τε ὑπὸ τῶν βαρβάρων καὶ ἐγκαταλειφθέντος e)gkataleifqe/ntos R. Steph., e)gkatalhfqe/ntos M.
42.2 ὑπὸ τῶν στρατιωτῶν. καὶ οὐ πρότερόν γε ἐπεχείρησε τοῖς πολεμίοις πρὶν ἐκείνους τιμωρήσασθαι· συγκαλέσας γὰρ αὐτοὺς ὡς καὶ ἐπʼ ἄλλο τι τῷ λοιπῷ στρατῷ περιέσχε, καὶ δύο τε ἑκατονταρχίας ἐδεκάτευσε, καὶ ἑκατοντάρχους συχνούς, ἄλλους τε καὶ τὸν ἐν τῷ πρώτῳ πίλῳ
42.3 καλουμένῳ στρατευόμενον, ἐκόλασε. ταῦτα δὲ ποιήσας ὥστε καὶ ὄνομα κατὰ τὸν Κράσσον τὸν Μᾶρκον ἐπὶ τῇ τοῦ στρατοῦ δικαιώσει λαβεῖν, πρός τε τοὺς ἐναντίους ὥρμησε καὶ οὐ χαλεπῶς
42.4 αὐτοὺς κατειργάσατο. τυχών τε τῶν ἐπινικίων καίτοι τῆς Ἰβηρίας τῷ Καίσαρι προστεταγμένης (πρὸς γὰρ τὰς τῶν κρατούντων βουλήσεις καὶ αἱ τιμαὶ τοῖς ὑποστρατηγοῦσί σφισιν ἐγίγνοντὀ, τό τε χρυσίον τὸ παρὰ τῶν πόλεων ἐς αὐτὰ εἰωθὸς δίδοσθαι ἐκ μόνων τῶν Ἰβηρικῶν ἔλαβε, καὶ ἀπʼ αὐτοῦ τὸ μέν τι ἐς τὴν ἑορτὴν ἀνάλωσε,
42.5 τὸ δὲ δὴ πλεῖον ἐς τὸ βασίλειον. κατακαυθὲν γὰρ αὐτὸ ἀνῳκοδόμησε καὶ καθιέρωσεν, ἄλλοις τέ τισι λαμπρῶς κοσμήσας καὶ εἰκόσιν, ἃς παρὰ τοῦ Καίσαρος ὡς καὶ ἀποδώσων ᾐτήσατο. καὶ αὐτὰς ἀπαιτηθεὶς ὕστερον οὐκ ἀπέδωκεν, εὐτραπελίᾳ
42.6 χρησάμενος· ὡς γὰρ οὐκ ἔχων ἱκανοὺς ὑπηρέτας “πέμψον τινάσ” ἔφη “καὶ ἆρον αὐτάς,” καὶ οὕτως ἐκεῖνος ὀκνήσας τὴν ἱεροσυλίαν ἀνακεῖσθαί σφας εἴασε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi