Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 48

40.3 τὸ ὄρθιον αὐτὸ προσέβαλον. καὶ αὐτοὺς ἐνταῦθα ἤδη ὄντας οἱ Ῥωμαῖοι ἐπιδραμόντες ῥᾳδίως πρὸς τὸ κάταντες ἐτρέψαντο. καί σφων πολλοὶ μὲν ἐν χερσὶν ἀπέθανον, τὸ δὲ δὴ πλεῖον ἐν τῇ ἀναστροφῇ περὶ ἀλλήλοις, οἱ μὲν ἤδη τετραμμένοι οἱ δὲ ἔτι e)/ti M, o(/ti L. προσιόντες, ἐσφάλησαν· οἵ τε περιλειφθέντες οὐ πρὸς τὸν Λαβιῆνον ἀλλʼ ἐς Κιλικίαν
40.4 ἔφυγον. ὁ οὖν Οὐεντίδιος ἐπεδίωξε μὲν αὐτοὺς μέχρι τοῦ στρατοπέδου, ἰδὼν δὲ ἐνταῦθα τὸν Λαβιῆνον ἐπέσχε. καὶ ὃς παρετάξατο μὲν ὡς καὶ ἐς χεῖρας αὐτῷ ἥξων, αἰσθόμενος δὲ τοὺς στρατιώτας ἀθύμως διὰ τὴν τῶν βαρβάρων φυγὴν ἔχοντας οὔτε τότε ἐθάρσησέν οἱ ἀντᾶραι, καὶ τῆς
40.5 νυκτὸς ἀποδρᾶναί ποι ἐπεχείρησε. προγνοὺς οὖν τοῦτο ἐξ αὐτομόλων ὁ Οὐεντίδιος πολλοὺς μὲν ἐν τῇ ἀποχωρήσει ἐνεδρεύσας ἔκτεινε, πάντας δὲ τοὺς λοιποὺς ἐγκαταλειφθέντας ὑπὸ τοῦ Λαβιήνου παρεστήσατο. καὶ ἐκεῖνος δὲ τότε μὲν τὴν ἐσθῆτα μετεκδὺς διέφυγε, καὶ χρόνον τινὰ ἐν τῇ Κιλικίᾳ
40.6 διέλαθεν, ὕστερον δὲ ὑπὸ Δημητρίου ἑάλω· οὗτος γὰρ ἐξελεύθερός τε τοῦ Καίσαρος τοῦ προτέρου ὤν, καὶ τότε τῇ Κύπρῳ πρὸς τοῦ Ἀντωνίου προστεταγμένος, ἀνεζήτησέ τε αὐτὸν μαθὼν ὅτι κρύπτοιτο, καὶ συνέλαβε.
41.1 μετὰ δὲ δὴ τοῦτο ὁ Οὐεντίδιος τήν τε Κιλικίαν ἐκομίσατο, καὶ αὐτὸς μὲν ταύτην καθίστατο, Πουπήδιον *pouph/dion Val., ou)ph/dion LM; Bs. suggests *popph/dion or *pomph/dion. δὲ δὴ Σίλωνα μεθʼ ἱππέων πρὸς τὸν
41.2 Ἀμανὸν προύπεμψε. τοῦτο δὲ τὸ ὄρος ἔν τε τῇ μεθορίᾳ τῆς τε Κιλικίας καὶ τῆς Συρίας ἐστί, καὶ στενοπορίαν τοσαύτην δή τινα ἔχει ὥστε καὶ πύλας ποτὲ ἐν αὐτῇ μετὰ τείχους ἐνοικοδομηθῆναι

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi