Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 48

20.1 διὰ τε οὖν ταῦτα καὶ διὰ τὸ τοὺς φεύγοντας αὐτὸν ὑποδέχεσθαι τήν τε τοῦ Ἀντωνίου φιλίαν πράττειν καὶ τῆς Ἰταλίας πολλὰ πορθεῖν, καταλλαγῆναί οἱ ὁ Καῖσαρ ἐπεθύμησε· διαμαρτὼν δὲ τούτου ἐκείνῳ μὲν Μᾶρκον Οὐιψάνιον Ἀγρίππαν πολεμῆσαι ἐκέλευσεν, αὐτὸς δὲ ἐς Γαλατίαν
20.2 ἀπῆρε. μαθὼν οὖν τοῦτο ὁ Σέξτος ἐτήρησε τὸν Ἀγρίππαν περὶ τὰ Ἀπολλώνια ἔχοντα· ἐστρατήγει γάρ, καὶ ἄλλα τε πολλά, ἅτε καὶ πάνυ φίλος ὢν τῷ Καίσαρι, ἐλαμπρύνατο, καὶ τὴν ἱπποδρομίαν ἐπὶ δύο ἡμέρας ἐποίησε, τῇ τε Τροίᾳ καλουμένῃ διὰ τῶν εὐγενῶν παίδων ἐγαυρώθη. ταῦτʼ οὖν αὐτοῦ πράττοντος ἐπεραιώθη τε ἐς τὴν Ἰταλίαν καὶ ἐνέμεινεν ἐν αὐτῇ λεηλατῶν, μέχρις οὗ ἐκεῖνος ἀφίκετο· τότε γὰρ φρουρὰν ἐν χωρίοις
20.3 τισὶ καταλιπὼν ἀνέπλευσεν. ὁ δὲ δὴ Καῖσαρ τὴν Γαλατίαν πρότερον μὲν διʼ ἑτέρων, ὥσπερ εἴρηται, καταλαβεῖν ἐπεχείρησε, μὴ δυνηθεὶς δὲ διά τε τὸν Καλῆνον καὶ διὰ τοὺς ἄλλους τοὺς τὰ τοῦ Ἀντωνίου πράττοντας αὐτὸς τότε κατέσχε, τόν τε Καλῆνον τεθνηκότα νόσῳ εὑρὼν καὶ τὸ
20.4 στράτευμα αὐτοῦ ἀκονιτὶ προσθέμενος. κἀν ka)n Leuncl., kai\ LM. τούτῳ τὸν Λέπιδον ἀγανακτοῦντα τῇ th=| supplied by R. Steph. τῆς ἀρχῆς τῆς ἐπιβαλλούσης αὐτῷ στερήσει ἰδὼν ἐς τὴν Ἀφρικὴν ἔπεμψεν, ἵνʼ ὡς παρʼ ἑαυτοῦ μόνου αὐτήν, ἀλλʼ οὐ καὶ παρὰ τοῦ Ἀντωνίου λαβὼν οἰκειότερόν οἱ προσφέρηται.
21.1 δύο μὲν δὴ ἔθνη τοῖς Ῥωμαίοις ἐν τῇ Λιβύῃ ἐκείνῃ, ὥσπερ εἶπον, ἦν· ἦρχον δὲ πρὸ τῆς τῶν τριῶν ἀνδρῶν συνωμοσίας τοῦ μὲν Νομαδικοῦ Τίτος Σέξτιος, *se/ctios Bk., se/cstios LM (so regularly'. τοῦ δὲ ἑτέρου ὅ τε Κορνουφίκιος καὶ Δέκιμος Λαίλιος, ὁ μὲν τὰ τοῦ Ἀντωνίου, οἱ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi