Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 48

10.3 ἔπραττεν. ἐκεῖνοι δὲ τούτοις ἐπαιρόμενοι καὶ τοὺς στερομένους τῆς χώρας προσποιούμενοι, Λούκιος μὲν πανταχόσε συνιστάς τε αὐτοὺς καὶ ἀπὸ τοῦ Καίσαρος ἀποσπῶν περιῄει, Φουλουία δὲ τό τε Πραινέστε κατέλαβε καὶ προσεταιριστοὺς prosetairistou\s Bk., proshtai/risto tou\s LM. βουλευτάς τε καὶ ἱππέας ἔχουσα τά τε ἄλλα πάντα μετʼ αὐτῶν ἐβουλεύετο, καὶ τὰς παραγγέλσεις
10.4 ὡς ἑκασταχόσε ἐχρῆν ἔπεμπε. καὶ τί ταῦτα θαυμάσειεν ἄν τις, ὁπότε καὶ ξίφος παρεζώννυτο καὶ συνθήματα τοῖς στρατιώταις ἐδίδου, ἐδημηγόρει τε ἐν αὐτοῖς πολλάκις; ὥστε καὶ
11.1 ἐκεῖνα τῷ Καίσαρι προσίστασθαι. οὐ μέντοι ἔχων ὅπως αὐτοὺς καταλύσῃ (οὐ γὰρ μόνον τῇ δυνάμει ἀλλὰ καὶ τῇ παρὰ τῶν ἄλλων εὐνοίᾳ πολὺ αὐτῶν ἠλαττοῦτο· αὐτὸς μὲν γὰρ πολλοὺς ἐλύπει, ἐκεῖνοι δὲ πάντας ἐπήλπιζονʼ πολλάκις μέν σφας ἰδίᾳ διὰ τῶν φίλων ἐς τὰς καταλλαγὰς προεκαλέσατο, ὡς δʼ οὐδὲν ἤνυτεν, ἐκ τῶν ἐστρατευμένων
11.2 πρέσβεις πρὸς αὐτοὺς ἀπέστειλε. μάλιστα μὲν γὰρ τεύξεσθαί τε αὐτῶν καὶ τὰ παρόντα καταστήσεσθαι ἔς τε τὸ ἔπειτα ἀντισχύσειν ἐκ τούτου ἤλπισεν· ἂν δὲ δὴ καὶ διαμάρτῃ σφῶν, τὴν γοῦν αἰτίαν τῆς διαφορᾶς οὐκ αὐτὸς ἀλλʼ
11.3 ἐκείνους ἕξειν ἐνόμισεν. ὃ καὶ ἐγένετο. ἐπειδὴ γὰρ οὐδὲν οὐδὲ διὰ τῶν στρατιωτῶν ἐπέρανε, βουλευτὰς ἔστειλε, τάς τε συνθήκας σφίσι τὰς πρὸς τὸν Ἀντώνιον αὐτῷ γενομένας ἐκφήνας καὶ δικαστὰς τῶν διαφορῶν δῆθεν αὐτοὺς ποιήσας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi