Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 47

7.2 ἐδόκει δὲ καὶ ὑπὸ τοῦ Καίσαρος κατὰ τὴν τῆς δυναστείας κοινωνίαν γίγνεσθαι, ἐπεὶ αὐτός γε οὐδέν τι συχνοὺς ἀποκτεῖναι ἐδεήθη· τῇ τε γὰρ φύσει οὐκ ὠμὸς ἦν, καὶ ἐν τοῖς τοῦ πατρὸς ἤθεσιν ἐνετέθραπτο. πρὸς δʼ ἔτι νέος τε ὢν καὶ ἄρτι ἐς τὰ πράγματα παριὼν οὔτʼ ἄλλως ἀνάγκην a)na/gkhn Xiph., a)\n a)na/gkhn LM. πολλοὺς σφοδρῶς μισεῖν εἶχε καὶ φιλεῖσθαι
7.3 ἤθελε. σημεῖον δὲ ὅτι, ἀφʼ οὗ τῆς τε πρὸς ἐκείνους συναρχίας ἀπηλλάγη καὶ τὸ κράτος μόνος ἔσχεν, οὐδὲν ἔτι τοιοῦτον ἔπραξεν. καὶ τότε δὲ οὐχ ὅσον πολλοὺς οὐκ ἔφθειρεν, ἀλλὰ καὶ ἔσωσε πλείστους, τοῖς τε προδοῦσι τοὺς δεσπότας ἢ τοὺς φίλους χαλεπώτατα καὶ τοῖς συναραμένοις sunarame/nois cod. Peir., sunairame/nois LM.
7.4 τισὶν ἐπιεικέστατα ἐχρήσατο. τεκμήριον δέ, Τανουσία γυνὴ ἐπιφανὴς τὸν ἄνδρα Τίτον Οὐίνιον ἐπικηρυχθέντα τὸ μὲν πρῶτον ἐς κιβωτὸν παρὰ ἀπελευθέρῳ τινὶ Φιλοποίμενι κατέκρυψεν, ὥστε καὶ πίστιν τοῦ τεθνηκέναι αὐτὸν παρασχεῖν· μετὰ δὲ τοῦτο δημοτελῆ ἑορτήν, ἣν συγγενής τις αὐτῆς ποιήσειν ἔμελλε, τηρήσασα, τόν τε Καίσαρα διὰ τῆς Ὀκταουίας τῆς ἀδελφῆς ἐς τὸ θέατρον
7.5 μόνον τῶν τριῶν ἐσελθεῖν διεπράξατο, κἀνταῦθα ἐσπηδήσασα τό τε πραχθὲν ἀγνοοῦντί οἱ ἐμήνυσε, καὶ τὴν κιβωτὸν αὐτὴν ἐσκομίσασα ἐκεῖθεν τὸν ἄνδρα ἐξήγαγεν, ὥστε τὸν Καίσαρα θαυμάσαντα πάντας μὲν αὐτοὺς ἀφεῖναι (καὶ γὰρ τοῖς συγκρύψασί τινα θάνατος προείρητὀ, τὸν δὲ de\ LM, de\ dh\ cod. Peir. Φιλοποίμενα καὶ ἐς τὴν ἱππάδα κατατάξαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi